6.44.1 τοσαύτη πρώτη παρασκευὴ πρὸς τὸν πόλεμον διέπλει . τούτοις δὲ τὰ ἐπιτήδεια ἄγουσαι ὁλκάδες μὲν τριάκοντα σιταγωγοί , καὶ τοὺς σιτοποιοὺς ἔχουσαι καὶ λιθολόγους καὶ τέκτονας καὶ ὅσα ἐς τειχισμὸν ἐργαλεῖα , πλοῖα δὲ ἑκατόν , ἐξ ἀνάγκης μετὰ τῶν ὁλκάδων ξυνέπλει · πολλὰ δὲ καὶ ἄλλα πλοῖα καὶ ὁλκάδες ἑκούσιοι ξυνηκολούθουν τῇ στρατιᾷ ἐμπορίας ἕνεκα · τότε πάντα ἐκ τῆς Κερκύρας ξυνδιέβαλλε τὸν Ἰόνιον κόλπον .
6.44.2 καὶ προσβαλοῦσα πᾶσα παρασκευὴ πρός τε ἄκραν Ἰαπυγίαν καὶ πρὸς Τάραντα καὶ ὡς ἕκαστοι ηὐπόρησαν , παρεκομίζοντο τὴν Ἰταλίαν , τῶν μὲν πόλεων οὐ δεχομένων αὐτοὺς ἀγορᾷ οὐδὲ ἄστει , ὕδατι δὲ καὶ ὅρμῳ , Τάραντος δὲ καὶ Λοκρῶν οὐδὲ τούτοις , ἕως ἀφίκοντο ἐς Ῥήγιον τῆς Ἰταλίας ἀκρωτήριον .
6.44.3 καὶ ἐνταῦθα ἤδη ἡθροίζοντο , καὶ ἔξω τῆς πόλεως , ὡς αὐτοὺς ἔσω οὐκ ἐδέχοντο , στρατόπεδόν τε κατεσκευάσαντο ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ , οὗ αὐτοῖς καὶ ἀγορὰν παρεῖχον , καὶ τὰς ναῦς ἀνελκύσαντες ἡσύχασαν . καὶ πρός [ τε ] τοὺς Ῥηγίνους λόγους ἐποιήσαντο , ἀξιοῦντες Χαλκιδέας ὄντας Χαλκιδεῦσιν οὖσι Λεοντίνοις βοηθεῖν · οἱ δὲ οὐδὲ μεθ’ ἑτέρων ἔφασαν ἔσεσθαι , ἀλλ’ ὅτι ἂν καὶ τοῖς ἄλλοις Ἰταλιώταις ξυνδοκῇ , τοῦτο ποιήσειν .
6.44.4 οἱ δὲ πρὸς τὰ ἐν τῇ Σικελίᾳ πράγματα ἐσκόπουν ὅτῳ τρόπῳ ἄριστα προσοίσονται · καὶ τὰς πρόπλους ναῦς ἐκ τῆς Ἐγέστης ἅμα προσέμενον , βουλόμενοι εἰδέναι περὶ τῶν χρημάτων εἰ ἔστιν ἔλεγον ἐν ταῖς Ἀθήναις οἱ ἄγγελοι .