6.40.2 γὰρ πόλις ἥδε , καὶ εἰ ἔρχονται Ἀθηναῖοι , ἀμυνεῖται αὐτοὺς ἀξίως αὑτῆς , καὶ στρατηγοί εἰσιν ἡμῖν οἳ σκέψονται αὐτά · καὶ εἰ μή τι αὐτῶν ἀληθές ἐστιν , ὥσπερ οὐκ οἴομαι , οὐ πρὸς τὰς ὑμετέρας ἀγγελίας καταπλαγεῖσα καὶ ἑλομένη ὑμᾶς ἄρχοντας αὐθαίρετον δουλείαν ἐπιβαλεῖται , αὐτὴ δ’ ἐφ’ αὑτῆς σκοποῦσα τούς τε λόγους ἀφ’ ὑμῶν ὡς ἔργα δυναμένους κρινεῖ καὶ τὴν ὑπάρχουσαν ἐλευθερίαν οὐχὶ ἐκ τοῦ ἀκούειν ἀφαιρεθήσεται , ἐκ δὲ τοῦ ἔργῳ φυλασσομένη μὴ ἐπιτρέπειν πειράσεται σῴζειν . "
6.41.1 τοιαῦτα δὲ Ἀθηναγόρας εἶπεν . τῶν δὲ στρατηγῶν εἷς ἀναστὰς ἄλλον μὲν οὐδένα ἔτι εἴασε παρελθεῖν , αὐτὸς δὲ πρὸς τὰ παρόντα ἔλεξε τοιάδε .
6.41.2 " διαβολὰς μὲν οὐ σῶφρον οὔτε λέγειν τινὰς ἐς ἀλλήλους οὔτε τοὺς ἀκούοντας ἀποδέχεσθαι , πρὸς δὲ τὰ ἐσαγγελλόμενα μᾶλλον ὁρᾶν , ὅπως εἷς τε ἕκαστος καὶ ξύμπασα πόλις καλῶς τοὺς ἐπιόντας παρασκευασόμεθα ἀμύνεσθαι .
6.41.3 καὶ ἢν ἄρα μηδὲν δεήσῃ , οὐδεμία βλάβη τοῦ τε τὸ κοινὸν κοσμηθῆναι καὶ ἵπποις καὶ ὅπλοις
6.41.4 καὶ τοῖς ἄλλοις οἷς πόλεμος ἀγάλλεται ( τὴν δ’ ἐπιμέλειαν καὶ ἐξέτασιν αὐτῶν ἡμεῖς ἕξομεν ) , καὶ τῶν πρὸς τὰς πόλεις διαπομπῶν ἅμα ἔς τε κατασκοπὴν καὶ ἤν τι ἄλλο φαίνηται ἐπιτήδειον . τὰ δὲ καὶ ἐπιμεμελήμεθα ἤδη , καὶ ὅτι ἂν αἰσθώμεθα ἐς ὑμᾶς οἴσομεν . " καὶ οἱ μὲν Συρακόσιοι τοσαῦτα εἰπόντος τοῦ στρατηγοῦ διελύθησαν ἐκ τοῦ ξυλλόγου .