6.36.4 οὐ γὰρ αὐτοὺς εἰκὸς Πελοποννησίους τε ὑπολιπόντας καὶ τὸν ἐκεῖ πόλεμον μήπω βεβαίως καταλελυμένους ἐπ’ ἄλλον πόλεμον οὐκ ἐλάσσω ἑκόντας ἐλθεῖν , ἐπεὶ ἔγωγε ἀγαπᾶν οἴομαι αὐτοὺς ὅτι οὐχ ἡμεῖς ἐπ’ ἐκείνους ἐρχόμεθα , πόλεις τοσαῦται καὶ οὕτω μεγάλαι .
6.37.1 εἰ δὲ δή , ὥσπερ λέγονται , ἔλθοιεν , ἱκανωτέραν ἡγοῦμαι Σικελίαν Πελοποννήσου διαπολεμῆσαι ὅσῳ κατὰ πάντα ἄμεινον ἐξήρτυται , τὴν δὲ ἡμετέραν πόλιν αὐτὴν τῆς νῦν στρατιᾶς , ὥς φασιν , ἐπιούσης , καὶ εἰ δὶς τοσαύτη ἔλθοι , πολὺ κρείσσω εἶναι , οἷς γ’ ἐπίσταμαι οὔθ’ ἵππους ἀκολουθήσοντας , οὐδ’ αὐτόθεν πορισθησομένους εἰ μὴ ὀλίγους τινὰς παρ’ Ἐγεσταίων , οὔθ’ ὁπλίτας ἰσοπληθεῖς τοῖς ἡμετέροις ἐπὶ νεῶν γε ἐλθόντας ( μέγα γὰρ τὸ καὶ αὐταῖς ταῖς ναυσὶ κούφαις τοσοῦτον πλοῦν δεῦρο κομισθῆναι ) , τήν τε ἄλλην παρασκευὴν ὅσην δεῖ ἐπὶ πόλιν τοσήνδε πορισθῆναι , οὐκ ὀλίγην οὖσαν .
6.37.2 ὥστε , παρὰ τοσοῦτον γιγνώσκω , μόλις ἄν μοι δοκοῦσιν , εἰ πόλιν ἑτέραν τοσαύτην ὅσαι Συράκουσαί εἰσιν ἔλθοιεν ἔχοντες καὶ ὅμορον οἰκίσαντες τὸν πόλεμον ποιοῖντο , οὐκ ἂν παντάπασι διαφθαρῆναι , πού γε δὴ ἐν πάσῃ πολεμίᾳ Σικελίᾳ ( ξυστήσεται γάρ ) στρατοπέδῳ τε ἐκ νεῶν ἱδρυθέντι καὶ ἐκ σκηνιδίων καὶ ἀναγκαίας παρασκευῆς οὐκ ἐπὶ πολὺ ὑπὸ τῶν ἡμετέρων ἱππέων ἐξιόντες . τό τε ξύμπαν οὐδ’ ἂν κρατῆσαι αὐτοὺς τῆς γῆς ἡγοῦμαι · τοσούτῳ τὴν ἡμετέραν παρασκευὴν κρείσσω νομίζω .