6.38.1 " ἀλλὰ ταῦτα , ὥσπερ ἐγὼ λέγω , οἵ τε Ἀθηναῖοι γιγνώσκοντες τὰ σφέτερα αὐτῶν εὖ οἶδ’ ὅτι σῴζουσι , καὶ ἐνθένδε ἄνδρες οὔτε ὄντα οὔτε ἂν γενόμενα λογοποιοῦσιν ,
6.38.2 οὓς ἐγὼ οὐ νῦν πρῶτον , ἀλλ’ αἰεὶ ἐπίσταμαι ἤτοι λόγοις γε τοιοῖσδε καὶ ἔτι τούτων κακουργοτέροις ἔργοις βουλομένους καταπλήξαντας τὸ ὑμέτερον πλῆθος αὐτοὺς τῆς πόλεως ἄρχειν . καὶ δέδοικα μέντοι μήποτε πολλὰ πειρῶντες καὶ κατορθώσωσιν · ἡμεῖς δὲ κακοί , πρὶν ἐν τῷ παθεῖν ὦμεν , προφυλάξασθαί τε καὶ αἰσθόμενοι ἐπεξελθεῖν .
6.38.3 τοιγάρτοι δι’ αὐτὰ πόλις ἡμῶν ὀλιγάκις μὲν ἡσυχάζει , στάσεις δὲ πολλὰς καὶ ἀγῶνας οὐ πρὸς τοὺς πολεμίους πλέονας πρὸς αὑτὴν ἀναιρεῖται , τυραννίδας δὲ ἔστιν ὅτε καὶ δυναστείας ἀδίκους .
6.38.4 ὧν ἐγὼ πειράσομαι , ἤν γε ὑμεῖς ἐθέλητε ἕπεσθαι , μήποτε ἐφ’ ἡμῶν τι περιιδεῖν γενέσθαι , ὑμᾶς μὲν τοὺς πολλοὺς πείθων , τοὺς δὲ τὰ τοιαῦτα μηχανωμένους κολάζων , μὴ μόνον αὐτοφώρους ( χαλεπὸν γὰρ ἐπιτυγχάνειν ) , ἀλλὰ καὶ ὧν βούλονται μέν , δύνανται δ’ οὔ ( τὸν γὰρ ἐχθρὸν οὐχ ὧν δρᾷ μόνον , ἀλλὰ καὶ τῆς διανοίας προαμύνεσθαι χρή , εἴπερ καὶ μὴ προφυλαξάμενός τις προπείσεται ) , τοὺς δ’ αὖ ὀλίγους τὰ μὲν ἐλέγχων , τὰ δὲ φυλάσσων , τὰ δὲ καὶ διδάσκων · μάλιστα γὰρ δοκῶ ἄν μοι οὕτως ἀποτρέπειν τῆς κακουργίας .