6.35.1 καὶ μὲν Ἑρμοκράτης τοσαῦτα εἶπεν · τῶν δὲ Συρακοσίων δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν , οἱ μὲν ὡς οὐδενὶ ἂν τρόπῳ ἔλθοιεν οἱ Ἀθηναῖοι οὐδ’ ἀληθῆ ἐστὶν λέγει , τοῖς δέ , εἰ καὶ ἔλθοιεν , τί ἂν δράσειαν αὐτοὺς ὅτι οὐκ ἂν μεῖζον ἀντιπάθοιεν . ἄλλοι δὲ καὶ πάνυ καταφρονοῦντες ἐς γέλωτα ἔτρεπον τὸ πρᾶγμα . ὀλίγον δ’ ἦν τὸ πιστεῦον τῷ Ἑρμοκράτει καὶ φοβούμενον τὸ μέλλον .
6.35.2 παρελθὼν δ’ αὐτοῖς Ἀθηναγόρας , ὃς δήμου τε προστάτης ἦν καὶ ἐν τῷ παρόντι πιθανώτατος τοῖς πολλοῖς , ἔλεγε τοιάδε .
6.36.1 " τοὺς μὲν Ἀθηναίους ὅστις μὴ βούλεται οὕτω κακῶς φρονῆσαι καὶ ὑποχειρίους ἡμῖν γενέσθαι ἐνθάδε ἐλθόντας , δειλός ἐστιν τῇ πόλει οὐκ εὔνους · τοὺς δὲ ἀγγέλλοντας τὰ τοιαῦτα καὶ περιφόβους ὑμᾶς ποιοῦντας τῆς μὲν τόλμης οὐ θαυμάζω , τῆς δὲ ἀξυνεσίας , εἰ μὴ οἴονται ἔνδηλοι εἶναι .
6.36.2 οἱ γὰρ δεδιότες ἰδίᾳ τι βούλονται τὴν πόλιν ἐς ἔκπληξιν καθιστάναι , ὅπως τῷ κοινῷ φόβῳ τὸν σφέτερον ἐπηλυγάζωνται . καὶ νῦν αὗται αἱ ἀγγελίαι τοῦτο δύνανται · οὐκ ἀπὸ ταὐτομάτου , ἐκ δὲ ἀνδρῶν οἵπερ αἰεὶ τάδε κινοῦσι ξύγκεινται .
6.36.3 ὑμεῖς δὲ ἢν εὖ βουλεύησθε , οὐκ ἐξ ὧν οὗτοι ἀγγέλλουσι σκοποῦντες λογιεῖσθε τὰ εἰκότα , ἀλλ’ ἐξ ὧν ἂν ἄνθρωποι δεινοὶ καὶ πολλῶν ἔμπειροι , ὥσπερ ἐγὼ Ἀθηναίους ἀξιῶ , δράσειαν .