6.34.6 ὥστ’ ἔγωγε τούτῳ τῷ λογισμῷ ἡγοῦμαι ἀποκλῃομένους αὐτοὺς οὐδ’ ἂν ἀπᾶραι ἀπὸ Κερκύρας , ἀλλ’ διαβουλευσαμένους καὶ κατασκοπαῖς χρωμένους , ὁπόσοι τ’ ἐσμὲν καὶ ἐν χωρίῳ , ἐξωσθῆναι ἂν τῇ ὥρᾳ ἐς χειμῶνα , καταπλαγέντας τῷ ἀδοκήτῳ καταλῦσαι ἂν τὸν πλοῦν , ἄλλως τε καὶ τοῦ ἐμπειροτάτου τῶν στρατηγῶν , ὡς ἐγὼ ἀκούω , ἄκοντος ἡγουμένου καὶ ἀσμένου ἂν πρόφασιν λαβόντος , εἴ τι ἀξιόχρεων ἀφ’ ἡμῶν ὀφθείη .
6.34.7 ἀγγελλοίμεθα δ’ ἂν εὖ οἶδ’ ὅτι ἐπὶ τὸ πλέον · τῶν δ’ ἀνθρώπων πρὸς τὰ λεγόμενα καὶ αἱ γνῶμαι ἵστανται , καὶ τοὺς προεπιχειροῦντας τοῖς γε ἐπιχειροῦσι προδηλοῦντας ὅτι ἀμυνοῦνται μᾶλλον πεφόβηνται , ἰσοκινδύνους ἡγούμενοι .
6.34.8 ὅπερ ἂν νῦν Ἀθηναῖοι πάθοιεν . ἐπέρχονται γὰρ ἡμῖν ὡς οὐκ ἀμυνουμένοις , δικαίως κατεγνωκότες ὅτι αὐτοὺς οὐ μετὰ Λακεδαιμονίων ἐφθείρομεν · εἰ δ’ ἴδοιεν παρὰ γνώμην τολμήσαντας , τῷ ἀδοκήτῳ μᾶλλον ἂν καταπλαγεῖεν τῇ ἀπὸ τοῦ ἀληθοῦς δυνάμει .
6.34.9 " πείθεσθε οὖν μάλιστα μὲν ταῦτα τολμήσαντες , εἰ δὲ μή , ὅτι τάχιστα τἆλλα ἐς τὸν πόλεμον ἑτοιμάζειν , καὶ παραστῆναι παντὶ τὸ μὲν καταφρονεῖν τοὺς ἐπιόντας ἐν τῶν ἔργων τῇ ἀλκῇ δείκνυσθαι , τὸ δ’ ἤδη τὰς μετὰ φόβου παρασκευὰς ἀσφαλεστάτας νομίσαντας ὡς ἐπὶ κινδύνου πράσσειν χρησιμώτατον ἂν ξυμβῆναι . οἱ δὲ ἄνδρες καὶ ἐπέρχονται καὶ ἐν πλῷ εὖ οἶδ’ ὅτι ἤδη εἰσὶ καὶ ὅσον οὔπω πάρεισιν . "