6.34.4 δὲ μάλιστα ἐγώ τε νομίζω ἐπίκαιρον ὑμεῖς τε διὰ τὸ ξύνηθες ἥσυχον ἥκιστ’ ἂν ὀξέως πείθοισθε , ὅμως εἰρήσεται . Σικελιῶται γὰρ εἰ ἐθέλοιμεν ξύμπαντες , εἰ δὲ μή , ὅτι πλεῖστοι μεθ’ ἡμῶν , καθελκύσαντες ἅπαν τὸ ὑπάρχον ναυτικὸν μετὰ δυοῖν μηνοῖν τροφῆς ἀπαντῆσαι Ἀθηναίοις ἐς Τάραντα καὶ ἄκραν Ἰαπυγίαν , καὶ δῆλον ποιῆσαι αὐτοῖς ὅτι οὐ περὶ τῆς Σικελίας πρότερον ἔσται ἀγὼν τοῦ ἐκείνους περαιωθῆναι τὸν Ἰόνιον , μάλιστ’ ἂν αὐτοὺς ἐκπλήξαιμεν καὶ ἐς λογισμὸν καταστήσαιμεν ὅτι ὁρμώμεθα μὲν ἐκ φιλίας χώρας φύλακες ( ὑποδέχεται γὰρ ἡμᾶς Τάρας ) , τὸ δὲ πέλαγος αὐτοῖς πολὺ περαιοῦσθαι μετὰ πάσης τῆς παρασκευῆς , χαλεπὸν δὲ διὰ πλοῦ μῆκος ἐν τάξει μεῖναι , καὶ ἡμῖν ἂν εὐεπίθετος εἴη , βραδεῖά τε καὶ κατ’ ὀλίγον προσπίπτουσα .
6.34.5 εἰ δ’ αὖ τῷ ταχυναυτοῦντι ἁθροωτέρῳ κουφίσαντες προσβάλοιεν , εἰ μὲν κώπαις χρήσαιντο , ἐπιθοίμεθ’ ἂν κεκμηκόσιν , εἰ δὲ μὴ δοκοίη , ἔστι καὶ ὑποχωρῆσαι ἡμῖν ἐς Τάραντα · οἱ δὲ μετ’ ὀλίγων ἐφοδίων ὡς ἐπὶ ναυμαχίᾳ περαιωθέντες ἀποροῖεν ἂν κατὰ χωρία ἐρῆμα , καὶ μένοντες πολιορκοῖντο ἂν πειρώμενοι παραπλεῖν τήν τε ἄλλην παρασκευὴν ἀπολείποιεν ἂν καὶ τὰ τῶν πόλεων οὐκ ἂν βέβαια ἔχοντες , εἰ ὑποδέξοιντο , ἀθυμοῖεν .