6.25.2 δὲ ἄκων μὲν εἶπεν ὅτι καὶ μετὰ τῶν ξυναρχόντων καθ’ ἡσυχίαν μᾶλλον βουλεύσοιτο , ὅσα μέντοι ἤδη δοκεῖν αὐτῷ , τριήρεσι μὲν οὐκ ἔλασσον ἑκατὸν πλευστέα εἶναι ( αὐτῶν δ’ Ἀθηναίων ἔσεσθαι ὁπλιταγωγοὺς ὅσαι ἂν δοκῶσι , καὶ ἄλλας ἐκ τῶν ξυμμάχων μεταπεμπτέας εἶναι ) , ὁπλίταις δὲ τοῖς ξύμπασιν Ἀθηναίων καὶ τῶν ξυμμάχων πεντακισχιλίων μὲν οὐκ ἐλάσσοσιν , ἢν δέ τι δύνωνται , καὶ πλέοσιν · τὴν δὲ ἄλλην παρασκευὴν ὡς κατὰ λόγον , καὶ τοξοτῶν τῶν αὐτόθεν καὶ ἐκ Κρήτης καὶ σφενδονητῶν , καὶ ἤν τι ἄλλο πρέπον δοκῇ εἶναι , ἑτοιμασάμενοι ἄξειν .
6.26.1 ἀκούσαντες δ’ οἱ Ἀθηναῖοι ἐψηφίσαντο εὐθὺς αὐτοκράτορας εἶναι καὶ περὶ στρατιᾶς πλήθους καὶ περὶ τοῦ παντὸς πλοῦ τοὺς στρατηγοὺς πράσσειν ἂν αὐτοῖς δοκῇ ἄριστα εἶναι [ Ἀθηναίοις ] .
6.26.2 καὶ μετὰ ταῦτα παρασκευὴ ἐγίγνετο , καὶ ἔς τε τοὺς ξυμμάχους ἔπεμπον καὶ αὐτόθεν καταλόγους ἐποιοῦντο , ἄρτι δ’ ἀνειλήφει πόλις ἑαυτὴν ἀπὸ τῆς νόσου καὶ τοῦ ξυνεχοῦς πολέμου ἔς τε ἡλικίας πλῆθος ἐπιγεγενημένης καὶ ἐς χρημάτων ἅθροισιν διὰ τὴν ἐκεχειρίαν , ὥστε ῥᾷον πάντα ἐπορίζετο . καὶ οἱ μὲν ἐν παρασκευῇ ἦσαν .
6.27.1 ἐν δὲ τούτῳ , ὅσοι Ἑρμαῖ ἦσαν λίθινοι ἐν τῇ πόλει τῇ Ἀθηναίων ( εἰσὶ δὲ κατὰ τὸ ἐπιχώριον , τετράγωνος ἐργασία , πολλοὶ καὶ ἐν ἰδίοις προθύροις καὶ ἐν ἱεροῖς ) , μιᾷ νυκτὶ οἱ πλεῖστοι περιεκόπησαν τὰ πρόσωπα .