6.23.3 ὅπερ ἐγὼ φοβούμενος , καὶ εἰδὼς πολλὰ μὲν ἡμᾶς δέον εὖ βουλεύσασθαι , ἔτι δὲ πλείω εὐτυχῆσαι ( χαλεπὸν δὲ ἀνθρώπους ὄντας ) , ὅτι ἐλάχιστα τῇ τύχῃ παραδοὺς ἐμαυτὸν βούλομαι ἐκπλεῖν , παρασκευῇ δὲ ἀπὸ τῶν εἰκότων ἀσφαλὴς ἐκπλεῦσαι .
6.24.1 μὲν Νικίας τοσαῦτα εἶπε νομίζων τοὺς Ἀθηναίους τῷ πλήθει τῶν πραγμάτων ἀποτρέψειν , εἰ ἀναγκάζοιτο στρατεύεσθαι , μάλιστ’ 〈ἂν〉 οὕτως ἀσφαλῶς ἐκπλεῦσαι ·
6.24.2 οἱ δὲ τὸ μὲν ἐπιθυμοῦν τοῦ πλοῦ οὐκ ἐξῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς , πολὺ δὲ μᾶλλον ὥρμηντο , καὶ τοὐναντίον περιέστη αὐτῷ · εὖ τε γὰρ παραινέσαι ἔδοξε καὶ ἀσφάλεια νῦν δὴ καὶ πολλὴ ἔσεσθαι .
6.24.3 καὶ ἔρως ἐνέπεσε τοῖς πᾶσιν ὁμοίως ἐκπλεῦσαι · τοῖς μὲν γὰρ πρεσβυτέροις ὡς καταστρεψομένοις ἐφ’ ἔπλεον οὐδὲν ἂν σφαλεῖσαν μεγάλην δύναμιν , τοῖς δ’ ἐν τῇ ἡλικίᾳ τῆς τε ἀπούσης πόθῳ ὄψεως καὶ θεωρίας , καὶ εὐέλπιδες ὄντες σωθήσεσθαι · δὲ πολὺς ὅμιλος καὶ στρατιώτης ἔν τε τῷ παρόντι ἀργύριον οἴσειν καὶ προσκτήσεσθαι δύναμιν ὅθεν ἀίδιον μισθοφορὰν ὑπάρξειν .
6.24.4 ὥστε διὰ τὴν ἄγαν τῶν πλεόνων ἐπιθυμίαν , εἴ τῳ ἄρα καὶ μὴ ἤρεσκε , δεδιὼς μὴ ἀντιχειροτονῶν κακόνους δόξειεν εἶναι τῇ πόλει ἡσυχίαν ἦγεν .
6.25.1 καὶ τέλος παρελθών τις τῶν Ἀθηναίων καὶ παρακαλέσας τὸν Νικίαν οὐκ ἔφη χρῆναι προφασίζεσθαι οὐδὲ διαμέλλειν , ἀλλ’ ἐναντίον ἁπάντων ἤδη λέγειν ἥντινα αὐτῷ παρασκευὴν Ἀθηναῖοι ψηφίσωνται .