6.27.2 καὶ τοὺς δράσαντας ᾔδει οὐδείς , ἀλλὰ μεγάλοις μηνύτροις δημοσίᾳ οὗτοί τε ἐζητοῦντο καὶ προσέτι ἐψηφίσαντο , καὶ εἴ τις ἄλλο τι οἶδεν ἀσέβημα γεγενημένον , μηνύειν ἀδεῶς τὸν βουλόμενον καὶ ἀστῶν καὶ ξένων καὶ δούλων .
6.27.3 καὶ τὸ πρᾶγμα μειζόνως ἐλάμβανον · τοῦ τε γὰρ ἔκπλου οἰωνὸς ἐδόκει εἶναι καὶ ἐπὶ ξυνωμοσίᾳ ἅμα νεωτέρων πραγμάτων καὶ δήμου καταλύσεως γεγενῆσθαι .
6.28.1 μηνύεται οὖν ἀπὸ μετοίκων τέ τινων καὶ ἀκολούθων περὶ μὲν τῶν Ἑρμῶν οὐδέν , ἄλλων δὲ ἀγαλμάτων περικοπαί τινες πρότερον ὑπὸ νεωτέρων μετὰ παιδιᾶς καὶ οἴνου γεγενημέναι , καὶ τὰ μυστήρια ἅμα ὡς ποιεῖται ἐν οἰκίαις ἐφ’ ὕβρει · ὧν καὶ τὸν Ἀλκιβιάδην ἐπῃτιῶντο .
6.28.2 καὶ αὐτὰ ὑπολαμβάνοντες οἱ μάλιστα τῷ Ἀλκιβιάδῃ ἀχθόμενοι ἐμποδὼν ὄντι σφίσι μὴ αὐτοῖς τοῦ δήμου βεβαίως προεστάναι , καὶ νομίσαντες , εἰ αὐτὸν ἐξελάσειαν , πρῶτοι ἂν εἶναι , ἐμεγάλυνον καὶ ἐβόων ὡς ἐπὶ δήμου καταλύσει τά τε μυστικὰ καὶ τῶν Ἑρμῶν περικοπὴ γένοιτο καὶ οὐδὲν εἴη αὐτῶν ὅτι οὐ μετ’ ἐκείνου ἐπράχθη , ἐπιλέγοντες τεκμήρια τὴν ἄλλην αὐτοῦ ἐς τὰ ἐπιτηδεύματα οὐ δημοτικὴν παρανομίαν .
6.29.1 δ’ ἔν τε τῷ παρόντι πρὸς τὰ μηνύματα ἀπελογεῖτο καὶ ἑτοῖμος ἦν πρὶν ἐκπλεῖν κρίνεσθαι , εἴ τι τούτων εἰργασμένος ἦν ( ἤδη γὰρ καὶ τὰ τῆς παρασκευῆς ἐπεπόριστο ) , καὶ εἰ μὲν τούτων τι εἴργαστο , δίκην δοῦναι , εἰ δ’ ἀπολυθείη , ἄρχειν .