6.18.4 " λογισάμενοι οὖν τάδε μᾶλλον αὐξήσειν , ἐπ’ ἐκεῖνα ἢν ἴωμεν , ποιώμεθα τὸν πλοῦν , ἵνα Πελοποννησίων τε στορέσωμεν τὸ φρόνημα , εἰ δόξομεν ὑπεριδόντες τὴν ἐν τῷ παρόντι ἡσυχίαν καὶ ἐπὶ Σικελίαν πλεῦσαι · καὶ ἅμα τῆς Ἑλλάδος τῶν ἐκεῖ προσγενομένων πάσης τῷ εἰκότι ἄρξομεν , κακώσομέν γε Συρακοσίους , ἐν καὶ αὐτοὶ καὶ οἱ ξύμμαχοι ὠφελησόμεθα .
6.18.5 τὸ δὲ ἀσφαλές , καὶ μένειν , ἤν τι προχωρῇ , καὶ ἀπελθεῖν , αἱ νῆες παρέξουσιν · ναυκράτορες γὰρ ἐσόμεθα καὶ ξυμπάντων Σικελιωτῶν .
6.18.6 καὶ μὴ ὑμᾶς Νικίου τῶν λόγων ἀπραγμοσύνη καὶ διάστασις τοῖς νέοις ἐς τοὺς πρεσβυτέρους ἀποτρέψῃ , τῷ δὲ εἰωθότι κόσμῳ , ὥσπερ καὶ οἱ πατέρες ἡμῶν ἅμα νέοι γεραιτέροις βουλεύοντες ἐς τάδε ἦραν αὐτά , καὶ νῦν τῷ αὐτῷ τρόπῳ πειρᾶσθε προαγαγεῖν τὴν πόλιν , καὶ νομίσατε νεότητα μὲν καὶ γῆρας ἄνευ ἀλλήλων μηδὲν δύνασθαι , ὁμοῦ δὲ τό τε φαῦλον καὶ τὸ μέσον καὶ τὸ πάνυ ἀκριβὲς ἂν ξυγκραθὲν μάλιστ’ ἂν ἰσχύειν , καὶ τὴν πόλιν , ἐὰν μὲν ἡσυχάζῃ , τρίψεσθαί τε αὐτὴν περὶ αὑτὴν ὥσπερ καὶ ἄλλο τι , καὶ πάντων τὴν ἐπιστήμην ἐγγηράσεσθαι , ἀγωνιζομένην δὲ αἰεὶ προσλήψεσθαί τε τὴν ἐμπειρίαν καὶ τὸ ἀμύνεσθαι οὐ λόγῳ ἀλλ’ ἔργῳ μᾶλλον ξύνηθες ἕξειν .
6.18.7 παράπαν τε γιγνώσκω πόλιν μὴ ἀπράγμονα τάχιστ’ ἄν μοι δοκεῖν ἀπραγμοσύνης μεταβολῇ διαφθαρῆναι , καὶ τῶν ἀνθρώπων ἀσφαλέστατα τούτους οἰκεῖν οἳ ἂν τοῖς παροῦσιν ἤθεσι καὶ νόμοις , ἢν καὶ χείρω , ἥκιστα διαφόρως πολιτεύωσιν . "