6.17.2 καὶ τὸν ἐς τὴν Σικελίαν πλοῦν μὴ μεταγιγνώσκετε ὡς ἐπὶ μεγάλην δύναμιν ἐσόμενον . ὄχλοις τε γὰρ ξυμμείκτοις πολυανδροῦσιν αἱ πόλεις καὶ ῥᾳδίας ἔχουσι τῶν πολιτῶν τὰς μεταβολὰς καὶ ἐπιδοχάς .
6.17.3 καὶ οὐδεὶς δι’ αὐτὸ ὡς περὶ οἰκείας πατρίδος οὔτε τὰ περὶ τὸ σῶμα ὅπλοις ἐξήρτυται οὔτε τὰ ἐν τῇ χώρᾳ νομίμοις κατασκευαῖς · ὅτι δὲ ἕκαστος ἐκ τοῦ λέγων πείθειν οἴεται στασιάζων ἀπὸ τοῦ κοινοῦ λαβὼν ἄλλην γῆν , μὴ κατορθώσας , οἰκήσειν , ταῦτα ἑτοιμάζεται .
6.17.4 καὶ οὐκ εἰκὸς τὸν τοιοῦτον ὅμιλον οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶσθαι οὔτε ἐς τὰ ἔργα κοινῶς τρέπεσθαι · ταχὺ δ’ ἂν ὡς ἕκαστοι , εἴ τι καθ’ ἡδονὴν λέγοιτο , προσχωροῖεν , ἄλλως τε καὶ εἰ στασιάζουσιν , ὥσπερ πυνθανόμεθα .
6.17.5 καὶ μὴν οὐδ’ ὁπλῖται οὔτ’ ἐκείνοις ὅσοιπερ κομποῦνται , οὔτε οἱ ἄλλοι Ἕλληνες διεφάνησαν τοσοῦτοι ὄντες ὅσους ἕκαστοι σφᾶς αὐτοὺς ἠρίθμουν , ἀλλὰ μέγιστον δὴ αὐτοὺς ἐψευσμένη Ἑλλὰς μόλις ἐν τῷδε τῷ πολέμῳ ἱκανῶς ὡπλίσθη .
6.17.6 τά τε οὖν ἐκεῖ , ἐξ ὧν ἐγὼ ἀκοῇ αἰσθάνομαι , τοιαῦτα καὶ ἔτι εὐπορώτερα ἔσται ( βαρβάρους [ τε ] γὰρ πολλοὺς ἕξομεν οἳ Συρακοσίων μίσει ξυνεπιθήσονται αὐτοῖς ) καὶ τὰ ἐνθάδε οὐκ ἐπικωλύσει , ἢν ὑμεῖς ὀρθῶς βουλεύησθε .
6.17.7 οἱ γὰρ πατέρες ἡμῶν τοὺς αὐτοὺς τούτους οὕσπερ νῦν φασὶ πολεμίους ὑπολείποντας ἂν ἡμᾶς πλεῖν καὶ προσέτι τὸν Μῆδον ἐχθρὸν ἔχοντες τὴν ἀρχὴν ἐκτήσαντο , οὐκ ἄλλῳ τινὶ τῇ περιουσίᾳ τοῦ ναυτικοῦ ἰσχύοντες .