6.16.4 οὐδέ γε ἄδικον ἐφ’ ἑαυτῷ μέγα φρονοῦντα μὴ ἴσον εἶναι , ἐπεὶ καὶ κακῶς πράσσων πρὸς οὐδένα τῆς ξυμφορᾶς ἰσομοιρεῖ · ἀλλ’ ὥσπερ δυστυχοῦντες οὐ προσαγορευόμεθα , ἐν τῷ ὁμοίῳ τις ἀνεχέσθω καὶ ὑπὸ τῶν εὐπραγούντων ὑπερφρονούμενος , τὰ ἴσα νέμων τὰ ὁμοῖα ἀνταξιούτω .
6.16.5 οἶδα δὲ τοὺς τοιούτους , καὶ ὅσοι ἔν τινος λαμπρότητι προέσχον , ἐν μὲν τῷ καθ’ αὑτοὺς βίῳ λυπηροὺς ὄντας , τοῖς ὁμοίοις μὲν μάλιστα , ἔπειτα δὲ καὶ τοῖς ἄλλοις ξυνόντας , τῶν δὲ ἔπειτα ἀνθρώπων προσποίησίν τε ξυγγενείας τισὶ καὶ μὴ οὖσαν καταλιπόντας , καὶ ἧς ἂν ὦσι πατρίδος , ταύτῃ αὔχησιν ὡς οὐ περὶ ἀλλοτρίων οὐδ’ ἁμαρτόντων , ἀλλ’ ὡς περὶ σφετέρων τε καὶ καλὰ πραξάντων .
6.16.6 ὧν ἐγὼ ὀρεγόμενος καὶ διὰ ταῦτα τὰ ἴδια ἐπιβοώμενος τὰ δημόσια σκοπεῖτε εἴ του χεῖρον μεταχειρίζω . Πελοποννήσου γὰρ τὰ δυνατώτατα ξυστήσας ἄνευ μεγάλου ὑμῖν κινδύνου καὶ δαπάνης Λακεδαιμονίους ἐς μίαν ἡμέραν κατέστησα ἐν Μαντινείᾳ περὶ τῶν ἁπάντων ἀγωνίσασθαι · ἐξ οὗ καὶ περιγενόμενοι τῇ μάχῃ οὐδέπω καὶ νῦν βεβαίως θαρσοῦσιν .
6.17.1 " καὶ ταῦτα ἐμὴ νεότης καὶ ἄνοια παρὰ φύσιν δοκοῦσα εἶναι ἐς τὴν Πελοποννησίων δύναμιν λόγοις τε πρέπουσιν ὡμίλησε καὶ ὀργῇ πίστιν παρασχομένη ἔπεισεν . καὶ νῦν μὴ πεφόβησθε αὐτήν , ἀλλ’ ἕως ἐγώ τε ἔτι ἀκμάζω μετ’ αὐτῆς καὶ Νικίας εὐτυχὴς δοκεῖ εἶναι , ἀποχρήσασθε τῇ ἑκατέρου ἡμῶν ὠφελίᾳ .