6.12.2 εἴ τέ τις ἄρχειν ἄσμενος αἱρεθεὶς παραινεῖ ὑμῖν ἐκπλεῖν , τὸ ἑαυτοῦ μόνον σκοπῶν , ἄλλως τε καὶ νεώτερος ὢν ἔτι ἐς τὸ ἄρχειν , ὅπως θαυμασθῇ μὲν ἀπὸ τῆς ἱπποτροφίας , διὰ δὲ πολυτέλειαν καὶ ὠφεληθῇ τι ἐκ τῆς ἀρχῆς , μηδὲ τούτῳ ἐμπαράσχητε τῷ τῆς πόλεως κινδύνῳ ἰδίᾳ ἐλλαμπρύνεσθαι , νομίσατε δὲ τοὺς τοιούτους τὰ μὲν δημόσια ἀδικεῖν , τὰ δὲ ἴδια ἀναλοῦν , καὶ τὸ πρᾶγμα μέγα εἶναι καὶ μὴ οἷον νεωτέρῳ βουλεύσασθαί τε καὶ ὀξέως μεταχειρίσαι .
6.13.1 " οὓς ἐγὼ ὁρῶν νῦν ἐνθάδε τῷ αὐτῷ ἀνδρὶ παρακελευστοὺς καθημένους φοβοῦμαι , καὶ τοῖς πρεσβυτέροις ἀντιπαρακελεύομαι μὴ καταισχυνθῆναι , εἴ τῴ τις παρακάθηται τῶνδε , ὅπως μὴ δόξει , ἐὰν μὴ ψηφίζηται πολεμεῖν , μαλακὸς εἶναι , μηδ’ , ὅπερ ἂν αὐτοὶ πάθοιεν , δυσέρωτας εἶναι τῶν ἀπόντων , γνόντας ὅτι ἐπιθυμίᾳ μὲν ἐλάχιστα κατορθοῦνται , προνοίᾳ δὲ πλεῖστα , ἀλλ’ ὑπὲρ τῆς πατρίδος ὡς μέγιστον δὴ τῶν πρὶν κίνδυνον ἀναρριπτούσης ἀντιχειροτονεῖν , καὶ ψηφίζεσθαι τοὺς μὲν Σικελιώτας οἷσπερ νῦν ὅροις χρωμένους πρὸς ἡμᾶς , οὐ μεμπτοῖς , τῷ τε Ἰονίῳ κόλπῳ παρὰ γῆν ἤν τις πλέῃ , καὶ τῷ Σικελικῷ διὰ πελάγους , τὰ αὑτῶν νεμομένους καθ’ αὑτοὺς καὶ ξυμφέρεσθαι ·
6.13.2 τοῖς δ’ Ἐγεσταίοις ἰδίᾳ εἰπεῖν , ἐπειδὴ ἄνευ Ἀθηναίων καὶ ξυνῆψαν πρὸς Σελινουντίους τὸ πρῶτον πόλεμον , μετὰ σφῶν αὐτῶν καὶ καταλύεσθαι · καὶ τὸ λοιπὸν ξυμμάχους μὴ ποιεῖσθαι ὥσπερ εἰώθαμεν , οἷς κακῶς μὲν πράξασιν ἀμυνοῦμεν , ὠφελίας δ’ αὐτοὶ δεηθέντες οὐ τευξόμεθα .