6.14.1 " καὶ σύ , πρύτανι , ταῦτα , εἴπερ ἡγεῖ σοι προσήκειν κήδεσθαί τε τῆς πόλεως καὶ βούλει γενέσθαι πολίτης ἀγαθός , ἐπιψήφιζε καὶ γνώμας προτίθει αὖθις Ἀθηναίοις , νομίσας , εἰ ὀρρωδεῖς τὸ ἀναψηφίσαι , τὸ μὲν λύειν τοὺς νόμους μὴ μετὰ τοσῶνδ’ ἂν μαρτύρων αἰτίαν σχεῖν , τῆς δὲ πόλεως 〈κακῶς βουλευσαμένης ἰατρὸς ἂν γενέσθαι , καὶ τὸ καλῶς ἄρξαι τοῦτ’ εἶναι , ὃς ἂν τὴν πατρίδα ὠφελήσῃ ὡς πλεῖστα ἑκὼν εἶναι μηδὲν βλάψῃ . "
6.15.1 μὲν Νικίας τοιαῦτα εἶπε , τῶν δὲ Ἀθηναίων παριόντες οἱ μὲν πλεῖστοι στρατεύειν παρῄνουν καὶ τὰ ἐψηφισμένα μὴ λύειν , οἱ δέ τινες καὶ ἀντέλεγον .
6.15.2 ἐνῆγε δὲ προθυμότατα τὴν στρατείαν Ἀλκιβιάδης Κλεινίου , βουλόμενος τῷ τε Νικίᾳ ἐναντιοῦσθαι , ὢν καὶ ἐς τἆλλα διάφορος τὰ πολιτικὰ καὶ ὅτι αὐτοῦ διαβόλως ἐμνήσθη , καὶ μάλιστα στρατηγῆσαί τε ἐπιθυμῶν καὶ ἐλπίζων Σικελίαν τε δι’ αὐτοῦ καὶ Καρχηδόνα λήψεσθαι καὶ τὰ ἴδια ἅμα εὐτυχήσας χρήμασί τε καὶ δόξῃ ὠφελήσειν .
6.15.3 ὢν γὰρ ἐν ἀξιώματι ὑπὸ τῶν ἀστῶν , ταῖς ἐπιθυμίαις μείζοσιν κατὰ τὴν ὑπάρχουσαν οὐσίαν ἐχρῆτο ἔς τε τὰς ἱπποτροφίας καὶ τὰς ἄλλας δαπάνας · ὅπερ καὶ καθεῖλεν ὕστερον τὴν τῶν Ἀθηναίων πόλιν οὐχ ἥκιστα .