6.11.4 ἡμᾶς δ’ ἂν οἱ ἐκεῖ Ἕλληνες μάλιστα μὲν ἐκπεπληγμένοι εἶεν εἰ μὴ ἀφικοίμεθα , ἔπειτα δὲ καὶ εἰ δείξαντες τὴν δύναμιν δι’ ὀλίγου ἀπέλθοιμεν · τὰ γὰρ διὰ πλείστου πάντες ἴσμεν θαυμαζόμενα καὶ τὰ πεῖραν ἥκιστα τῆς δόξης δόντα . εἰ δὲ σφαλείημέν τι , τάχιστ’ ἂν ὑπεριδόντες μετὰ τῶν ἐνθάδε ἐπιθοῖντο .
6.11.5 ὅπερ νῦν ὑμεῖς Ἀθηναῖοι ἐς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πεπόνθατε · διὰ τὸ παρὰ γνώμην αὐτῶν πρὸς ἐφοβεῖσθε τὸ πρῶτον περιγεγενῆσθαι , καταφρονήσαντες ἤδη καὶ Σικελίας ἐφίεσθε .
6.11.6 χρὴ δὲ μὴ πρὸς τὰς τύχας τῶν ἐναντίων ἐπαίρεσθαι , ἀλλὰ τὰς διανοίας κρατήσαντας θαρσεῖν , μηδὲ Λακεδαιμονίους ἄλλο τι ἡγήσασθαι διὰ τὸ αἰσχρὸν σκοπεῖν ὅτῳ τρόπῳ ἔτι καὶ νῦν , ἢν δύνωνται , σφήλαντες ἡμᾶς τὸ σφέτερον ἀπρεπὲς εὖ θήσονται , ὅσῳ καὶ περὶ πλείστου καὶ διὰ πλείστου δόξαν ἀρετῆς μελετῶσιν .
6.11.7 ὥστε οὐ περὶ τῶν ἐν Σικελίᾳ Ἐγεσταίων ἡμῖν , ἀνδρῶν βαρβάρων , ἀγών , εἰ σωφρονοῦμεν , ἀλλ’ ὅπως πόλιν δι’ ὀλιγαρχίας ἐπιβουλεύουσαν ὀξέως φυλαξόμεθα .
6.12.1 " καὶ μεμνῆσθαι χρὴ ἡμᾶς ὅτι νεωστὶ ἀπὸ νόσου μεγάλης καὶ πολέμου βραχύ τι λελωφήκαμεν , ὥστε καὶ χρήμασι καὶ τοῖς σώμασιν ηὐξῆσθαι · καὶ ταῦτα ὑπὲρ ἡμῶν δίκαιον ἐνθάδε εἶναι ἀναλοῦν , καὶ μὴ ὑπὲρ ἀνδρῶν φυγάδων τῶνδε ἐπικουρίας δεομένων , οἷς τό τε ψεύσασθαι καλῶς χρήσιμον καὶ τῷ τοῦ πέλας κινδύνῳ , αὐτοὺς λόγους μόνον παρασχομένους , κατορθώσαντας χάριν μὴ ἀξίαν εἰδέναι πταίσαντάς που τοὺς φίλους ξυναπολέσαι .