6.10.4 τάχα δ’ ἂν ἴσως , εἰ δίχα ἡμῶν τὴν δύναμιν λάβοιεν , ὅπερ νῦν σπεύδομεν , καὶ πάνυ ἂν ξυνεπιθοῖντο μετὰ Σικελιωτῶν , οὓς πρὸ πολλῶν ἂν ἐτιμήσαντο ξυμμάχους γενέσθαι ἐν τῷ πρὶν χρόνῳ .
6.10.5 ὥστε χρὴ σκοπεῖν τινὰ αὐτὰ καὶ μὴ μετεώρῳ τε 〈τῇ〉 πόλει ἀξιοῦν κινδυνεύειν καὶ ἀρχῆς ἄλλης ὀρέγεσθαι πρὶν ἣν ἔχομεν βεβαιωσώμεθα , εἰ Χαλκιδῆς γε οἱ ἐπὶ Θρᾴκης ἔτη τοσαῦτα ἀφεστῶτες ἀφ’ ἡμῶν ἔτι ἀχείρωτοί εἰσι καὶ ἄλλοι τινὲς κατὰ τὰς ἠπείρους ἐνδοιαστῶς ἀκροῶνται . ἡμεῖς δὲ Ἐγεσταίοις δὴ οὖσι ξυμμάχοις ὡς ἀδικουμένοις ὀξέως βοηθοῦμεν · ὑφ’ ὧν δ’ αὐτοὶ πάλαι ἀφεστώτων ἀδικούμεθα , ἔτι μέλλομεν ἀμύνεσθαι .
6.11.1 καίτοι τοὺς μὲν κατεργασάμενοι κἂν κατάσχοιμεν · τῶν δ’ εἰ καὶ κρατήσαιμεν , διὰ πολλοῦ γε καὶ πολλῶν ὄντων χαλεπῶς ἂν ἄρχειν δυναίμεθα . ἀνόητον δ’ ἐπὶ τοιούτους ἰέναι ὧν κρατήσας τε μὴ κατασχήσει τις καὶ μὴ κατορθώσας μὴ ἐν τῷ ὁμοίῳ καὶ πρὶν ἐπιχειρῆσαι ἔσται .
6.11.2 Σικελιῶται δ’ ἄν μοι δοκοῦσιν , ὥς γε νῦν ἔχουσι , καὶ ἔτι ἂν ἧσσον δεινοὶ ἡμῖν γενέσθαι , εἰ ἄρξειαν αὐτῶν Συρακόσιοι · ὅπερ οἱ Ἐγεσταῖοι μάλιστα ἡμᾶς ἐκφοβοῦσιν .
6.11.3 νῦν μὲν γὰρ κἂν ἔλθοιεν ἴσως Λακεδαιμονίων ἕκαστοι χάριτι , ἐκείνως δ’ οὐκ εἰκὸς ἀρχὴν ἐπὶ ἀρχὴν στρατεῦσαι · γὰρ ἂν τρόπῳ τὴν ἡμετέραν μετὰ Πελοποννησίων ἀφέλωνται , εἰκὸς ὑπὸ τῶν αὐτῶν καὶ τὴν σφετέραν διὰ τοῦ αὐτοῦ καθαιρεθῆναι .