6.1.1 τοῦ δ’ αὐτοῦ χειμῶνος Ἀθηναῖοι ἐβούλοντο αὖθις μείζονι παρασκευῇ τῆς μετὰ Λάχητος καὶ Εὐρυμέδοντος ἐπὶ Σικελίαν πλεύσαντες καταστρέψασθαι , εἰ δύναιντο , ἄπειροι οἱ πολλοὶ ὄντες τοῦ μεγέθους τῆς νήσου καὶ τῶν ἐνοικούντων τοῦ πλήθους καὶ Ἑλλήνων καὶ βαρβάρων , καὶ ὅτι οὐ πολλῷ τινὶ ὑποδεέστερον πόλεμον ἀνῃροῦντο τὸν πρὸς Πελοποννησίους .
6.1.2 Σικελίας γὰρ περίπλους μέν ἐστιν ὁλκάδι οὐ πολλῷ τινὶ ἔλασσον ὀκτὼ ἡμερῶν , καὶ τοσαύτη οὖσα ἐν εἰκοσισταδίῳ μάλιστα μέτρῳ τῆς θαλάσσης διείργεται τὸ μὴ ἤπειρος εἶναι ·
6.2.1 ᾠκίσθη δὲ ὧδε τὸ ἀρχαῖον , καὶ τοσάδε ἔθνη ἔσχε τὰ ξύμπαντα . παλαίτατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι , ὧν ἐγὼ οὔτε γένος ἔχω εἰπεῖν οὔτε ὁπόθεν ἐσῆλθον ὅποι ἀπεχώρησαν · ἀρκείτω δὲ ὡς ποιηταῖς τε εἴρηται καὶ ὡς ἕκαστός πῃ γιγνώσκει περὶ αὐτῶν .
6.2.2 Σικανοὶ δὲ μετ’ αὐτοὺς πρῶτοι φαίνονται ἐνοικισάμενοι , ὡς μὲν αὐτοί φασι , καὶ πρότεροι διὰ τὸ αὐτόχθονες εἶναι , ὡς δὲ ἀλήθεια εὑρίσκεται , Ἴβηρες ὄντες καὶ ἀπὸ τοῦ Σικανοῦ ποταμοῦ τοῦ ἐν Ἰβηρίᾳ ὑπὸ Λιγύων ἀναστάντες . καὶ ἀπ’ αὐτῶν Σικανία τότε νῆσος ἐκαλεῖτο , πρότερον Τρινακρία καλουμένη · οἰκοῦσι δὲ ἔτι καὶ νῦν τὰ πρὸς ἑσπέραν τὴν Σικελίαν .