6.2.3 Ἰλίου δὲ ἁλισκομένου τῶν Τρώων τινὲς διαφυγόντες Ἀχαιοὺς πλοίοις ἀφικνοῦνται πρὸς τὴν Σικελίαν , καὶ ὅμοροι τοῖς Σικανοῖς οἰκήσαντες ξύμπαντες μὲν Ἔλυμοι ἐκλήθησαν , πόλεις δ’ αὐτῶν Ἔρυξ τε καὶ Ἔγεστα . προσξυνῴκησαν δὲ αὐτοῖς καὶ Φωκέων τινὲς τῶν ἀπὸ Τροίας τότε χειμῶνι ἐς Λιβύην πρῶτον , ἔπειτα ἐς Σικελίαν ἀπ’ αὐτῆς κατενεχθέντες .
6.2.4 Σικελοὶ δ’ ἐξ Ἰταλίας ( ἐνταῦθα γὰρ ᾤκουν ) διέβησαν ἐς Σικελίαν , φεύγοντες Ὀπικούς , ὡς μὲν εἰκὸς καὶ λέγεται , ἐπὶ σχεδιῶν , τηρήσαντες τὸν πορθμὸν κατιόντος τοῦ ἀνέμου , τάχα ἂν δὲ καὶ ἄλλως πως ἐσπλεύσαντες . εἰσὶ δὲ καὶ νῦν ἔτι ἐν τῇ Ἰταλίᾳ Σικελοί , καὶ χώρα ἀπὸ Ἰταλοῦ βασιλέως τινὸς Σικελῶν , τοὔνομα τοῦτο ἔχοντος , οὕτως Ἰταλία ἐπωνομάσθη .
6.2.5 ἐλθόντες δὲ ἐς τὴν Σικελίαν στρατὸς πολὺς τούς τε Σικανοὺς κρατοῦντες μάχῃ ἀνέστειλαν πρὸς τὰ μεσημβρινὰ καὶ ἑσπέρια αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι , καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες , ἐπεὶ διέβησαν , ἔτη ἐγγὺς τριακόσια πρὶν Ἕλληνας ἐς Σικελίαν ἐλθεῖν · ἔτι δὲ καὶ νῦν τὰ μέσα καὶ τὰ πρὸς βορρᾶν τῆς νήσου ἔχουσιν .