5.115.2 καὶ οἱ ἐκ τῆς Πύλου Ἀθηναῖοι Λακεδαιμονίων πολλὴν λείαν ἔλαβον · καὶ Λακεδαιμόνιοι δι’ αὐτὸ τὰς μὲν σπονδὰς οὐδ’ ὣς ἀφέντες ἐπολέμουν αὐτοῖς , ἐκήρυξαν δὲ εἴ τις βούλεται παρὰ σφῶν Ἀθηναίους λῄζεσθαι .
5.115.3 καὶ Κορίνθιοι ἐπολέμησαν ἰδίων τινῶν διαφορῶν ἕνεκα τοῖς Ἀθηναίοις · οἱ δ’ ἄλλοι Πελοποννήσιοι ἡσύχαζον .
5.115.4 εἷλον δὲ καὶ οἱ Μήλιοι τῶν Ἀθηναίων τοῦ περιτειχίσματος τὸ κατὰ τὴν ἀγορὰν προσβαλόντες νυκτός , καὶ ἄνδρας τε ἀπέκτειναν καὶ ἐσενεγκάμενοι σῖτόν τε καὶ ὅσα πλεῖστα ἐδύναντο χρήσιμα ἀναχωρήσαντες ἡσύχαζον · καὶ οἱ Ἀθηναῖοι ἄμεινον τὴν φυλακὴν τὸ ἔπειτα παρεσκευάζοντο . καὶ τὸ θέρος ἐτελεύτα .
5.116.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι μελλήσαντες ἐς τὴν Ἀργείαν στρατεύειν , ὡς αὐτοῖς τὰ διαβατήρια [ ἱερὰ ἐν τοῖς ὁρίοις ] οὐκ ἐγίγνετο , ἀνεχώρησαν . καὶ Ἀργεῖοι διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐν τῇ πόλει τινὰς ὑποπτεύσαντες τοὺς μὲν ξυνέλαβον , οἱ δ’ αὐτοὺς καὶ διέφυγον .
5.116.2 καὶ οἱ Μήλιοι περὶ τοὺς αὐτοὺς χρόνους αὖθις καθ’ ἕτερόν τι τοῦ περιτειχίσματος εἷλον τῶν Ἀθηναίων , παρόντων οὐ πολλῶν τῶν φυλάκων .
5.116.3 καὶ ἐλθούσης στρατιᾶς ὕστερον ἐκ τῶν Ἀθηνῶν ἄλλης , ὡς ταῦτα ἐγίγνετο , ἧς ἦρχε Φιλοκράτης Δημέου , καὶ κατὰ κράτος ἤδη πολιορκούμενοι , γενομένης καὶ προδοσίας τινός , ἀφ’ ἑαυτῶν ξυνεχώρησαν τοῖς Ἀθηναίοις ὥστε ἐκείνους περὶ αὐτῶν βουλεῦσαι .
5.116.4 οἱ δὲ ἀπέκτειναν Μηλίων ὅσους ἡβῶντας ἔλαβον , παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν · τὸ δὲ χωρίον αὐτοὶ ᾤκισαν , ἀποίκους ὕστερον πεντακοσίους πέμψαντες .