5.112.2 " οὔτε ἄλλα δοκεῖ ἡμῖν ἅπερ καὶ τὸ πρῶτον , Ἀθηναῖοι , οὔτ’ ἐν ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ἔτη ἤδη οἰκουμένης τὴν ἐλευθερίαν ἀφαιρησόμεθα , ἀλλὰ τῇ τε μέχρι τοῦδε σῳζούσῃ τύχῃ ἐκ τοῦ θείου αὐτὴν καὶ τῇ ἀπὸ τῶν ἀνθρώπων καὶ Λακεδαιμονίων τιμωρίᾳ πιστεύοντες πειρασόμεθα σῴζεσθαι .
5.112.3 προκαλούμεθα δὲ ὑμᾶς φίλοι μὲν εἶναι , πολέμιοι δὲ μηδετέροις , καὶ ἐκ τῆς γῆς ἡμῶν ἀναχωρῆσαι σπονδὰς ποιησαμένους αἵτινες δοκοῦσιν ἐπιτήδειοι εἶναι ἀμφοτέροις . "
5.113.1 οἱ μὲν δὴ Μήλιοι τοσαῦτα ἀπεκρίναντο · οἱ δὲ Ἀθηναῖοι διαλυόμενοι ἤδη ἐκ τῶν λόγων ἔφασαν " ἀλλ’ οὖν μόνοι γε ἀπὸ τούτων τῶν βουλευμάτων , ὡς ἡμῖν δοκεῖτε , τὰ μὲν μέλλοντα τῶν ὁρωμένων σαφέστερα κρίνετε , τὰ δὲ ἀφανῆ τῷ βούλεσθαι ὡς γιγνόμενα ἤδη θεᾶσθε , καὶ Λακεδαιμονίοις καὶ τύχῃ καὶ ἐλπίσι πλεῖστον δὴ παραβεβλημένοι καὶ πιστεύσαντες πλεῖστον καὶ σφαλήσεσθε . "
5.114.1 καὶ οἱ μὲν Ἀθηναίων πρέσβεις ἀνεχώρησαν ἐς τὸ στράτευμα · οἱ δὲ στρατηγοὶ αὐτῶν , ὡς οὐδὲν ὑπήκουον οἱ Μήλιοι , πρὸς πόλεμον εὐθὺς ἐτρέποντο καὶ διελόμενοι κατὰ πόλεις περιετείχισαν κύκλῳ τοὺς Μηλίους .
5.114.2 καὶ ὕστερον φυλακὴν σφῶν τε αὐτῶν καὶ τῶν ξυμμάχων καταλιπόντες οἱ Ἀθηναῖοι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀνεχώρησαν τῷ πλέονι τοῦ στρατοῦ . οἱ δὲ λειπόμενοι παραμένοντες ἐπολιόρκουν τὸ χωρίον .
5.115.1 καὶ Ἀργεῖοι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐσβαλόντες ἐς τὴν Φλειασίαν καὶ λοχισθέντες ὑπό τε Φλειασίων καὶ τῶν σφετέρων φυγάδων διεφθάρησαν ὡς ὀγδοήκοντα .