5.111.2 ΑΘ . - ἐνθυμούμεθα δὲ ὅτι φήσαντες περὶ σωτηρίας βουλεύσειν οὐδὲν ἐν τοσούτῳ λόγῳ εἰρήκατε ἄνθρωποι ἂν πιστεύσαντες νομίσειαν σωθήσεσθαι , ἀλλ’ ὑμῶν τὰ μὲν ἰσχυρότατα ἐλπιζόμενα μέλλεται , τὰ δ’ ὑπάρχοντα βραχέα πρὸς τὰ ἤδη ἀντιτεταγμένα περιγίγνεσθαι . πολλήν τε ἀλογίαν τῆς διανοίας παρέχετε , εἰ μὴ μεταστησάμενοι ἔτι ἡμᾶς ἄλλο τι τῶνδε σωφρονέστερον γνώσεσθε .
5.111.3 ΑΘ . - οὐ γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς καὶ προύπτοις κινδύνοις πλεῖστα διαφθείρουσαν ἀνθρώπους αἰσχύνην τρέψεσθε . πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμει ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ ξυμφοραῖς ἀνηκέστοις ἑκόντας περιπεσεῖν καὶ αἰσχύνην αἰσχίω μετὰ ἀνοίας τύχῃ προσλαβεῖν .
5.111.4 ΑΘ . - ὑμεῖς , ἢν εὖ βουλεύησθε , φυλάξεσθε , καὶ οὐκ ἀπρεπὲς νομιεῖτε πόλεώς τε τῆς μεγίστης ἡσσᾶσθαι μέτρια προκαλουμένης , ξυμμάχους γενέσθαι ἔχοντας τὴν ὑμετέραν αὐτῶν ὑποτελεῖς , καὶ δοθείσης αἱρέσεως πολέμου πέρι καὶ ἀσφαλείας μὴ τὰ χείρω φιλονικῆσαι · ὡς οἵτινες τοῖς μὲν ἴσοις μὴ εἴκουσι , τοῖς δὲ κρείσσοσι καλῶς προσφέρονται , πρὸς δὲ τοὺς ἥσσους μέτριοί εἰσι , πλεῖστ’ ἂν ὀρθοῖντο .
5.111.5 ΑΘ . - σκοπεῖτε οὖν καὶ μεταστάντων ἡμῶν καὶ ἐνθυμεῖσθε πολλάκις ὅτι περὶ πατρίδος βουλεύεσθε , ἧς μιᾶς πέρι καὶ ἐς μίαν βουλὴν τυχοῦσάν τε καὶ μὴ κατορθώσασαν ἔσται .
5.112.1 καὶ οἱ μὲν Ἀθηναῖοι μετεχώρησαν ἐκ τῶν λόγων · οἱ δὲ Μήλιοι κατὰ σφᾶς αὐτοὺς γενόμενοι , ὡς ἔδοξεν αὐτοῖς παραπλήσια καὶ ἀντέλεγον , ἀπεκρίναντο τάδε .