5.74.2 οἱ δὲ Λακεδαιμόνιοι προθέμενοι τῶν πολεμίων νεκρῶν τὰ ὅπλα τροπαῖον εὐθὺς ἵστασαν καὶ τοὺς νεκροὺς ἐσκύλευον , καὶ τοὺς αὑτῶν ἀνείλοντο καὶ ἀπήγαγον ἐς Τεγέαν , οὗπερ ἐτάφησαν , καὶ τοὺς τῶν πολεμίων ὑποσπόνδους ἀπέδοσαν .
5.74.3 ἀπέθανον δὲ Ἀργείων μὲν καὶ Ὀρνεατῶν καὶ Κλεωναίων ἑπτακόσιοι , Μαντινέων δὲ διακόσιοι , καὶ Ἀθηναίων ξὺν Αἰγινήταις διακόσιοι καὶ οἱ στρατηγοὶ ἀμφότεροι . Λακεδαιμονίων δὲ οἱ μὲν ξύμμαχοι οὐκ ἐταλαιπώρησαν ὥστε καὶ ἀξιόλογόν τι ἀπογενέσθαι · αὐτῶν δὲ χαλεπὸν μὲν ἦν τὴν ἀλήθειαν πυθέσθαι , ἐλέγοντο δὲ περὶ τριακοσίους ἀποθανεῖν .
5.75.1 τῆς δὲ μάχης μελλούσης ἔσεσθαι καὶ Πλειστοάναξ ἕτερος βασιλεὺς ἔχων τούς τε πρεσβυτέρους καὶ νεωτέρους ἐβοήθησε , καὶ μέχρι μὲν Τεγέας ἀφίκετο , πυθόμενος δὲ τὴν νίκην ἀπεχώρησεν .
5.75.2 καὶ τοὺς ἀπὸ Κορίνθου καὶ ἔξω Ἰσθμοῦ ξυμμάχους ἀπέστρεψαν πέμψαντες οἱ Λακεδαιμόνιοι , καὶ αὐτοὶ ἀναχωρήσαντες καὶ τοὺς ξυμμάχους ἀφέντες ( Κάρνεια γὰρ αὐτοῖς ἐτύγχανον ὄντα ) τὴν ἑορτὴν ἦγον .
5.75.3 καὶ τὴν ὑπὸ τῶν Ἑλλήνων τότε ἐπιφερομένην αἰτίαν ἔς τε μαλακίαν διὰ τὴν ἐν τῇ νήσῳ ξυμφορὰν καὶ ἐς τὴν ἄλλην ἀβουλίαν τε καὶ βραδυτῆτα ἑνὶ ἔργῳ τούτῳ ἀπελύσαντο , τύχῃ μέν , ὡς ἐδόκουν , κακιζόμενοι , γνώμῃ δὲ οἱ αὐτοὶ ἔτι ὄντες .
5.75.4 τῇ δὲ προτέρᾳ ἡμέρᾳ ξυνέβη τῆς μάχης ταύτης καὶ τοὺς Ἐπιδαυρίους πανδημεὶ ἐσβαλεῖν ἐς τὴν Ἀργείαν ὡς ἐρῆμον οὖσαν καὶ τοὺς ὑπολοίπους φύλακας τῶν Ἀργείων ἐξελθόντων αὐτῶν διαφθεῖραι πολλούς .