5.75.5 καὶ Ἠλείων τρισχιλίων ὁπλιτῶν βοηθησάντων Μαντινεῦσιν ὕστερον τῆς μάχης καὶ Ἀθηναίων χιλίων πρὸς τοῖς προτέροις ἐστράτευσαν ἅπαντες οἱ ξύμμαχοι οὗτοι εὐθὺς ἐπὶ Ἐπίδαυρον , ἕως οἱ Λακεδαιμόνιοι Κάρνεια ἦγον , καὶ διελόμενοι τὴν πόλιν περιετείχιζον .
5.75.6 καὶ οἱ μὲν ἄλλοι ἐξεπαύσαντο , Ἀθηναῖοι δέ , ὥσπερ προσετάχθησαν , τὴν ἄκραν τὸ Ἡραῖον εὐθὺς ἐξειργάσαντο . καὶ ἐν τούτῳ ξυγκαταλιπόντες ἅπαντες τῷ τειχίσματι φρουρὰν ἀνεχώρησαν κατὰ πόλεις ἕκαστοι . καὶ τὸ θέρος ἐτελεύτα .
5.76.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἀρχομένου εὐθὺς οἱ Λακεδαιμόνιοι , ἐπειδὴ τὰ Κάρνεια ἤγαγον , ἐξεστράτευσαν , καὶ ἀφικόμενοι ἐς Τεγέαν λόγους προύπεμπον ἐς τὸ Ἄργος ξυμβατηρίους .
5.76.2 ἦσαν δὲ αὐτοῖς πρότερόν τε ἄνδρες ἐπιτήδειοι καὶ βουλόμενοι τὸν δῆμον τὸν ἐν Ἄργει καταλῦσαι · καὶ ἐπειδὴ μάχη ἐγεγένητο , πολλῷ μᾶλλον ἐδύναντο πείθειν τοὺς πολλοὺς ἐς τὴν ὁμολογίαν . ἐβούλοντο δὲ πρῶτον σπονδὰς ποιήσαντες πρὸς τοὺς Λακεδαιμονίους αὖθις ὕστερον καὶ ξυμμαχίαν , καὶ οὕτως ἤδη τῷ δήμῳ ἐπιτίθεσθαι .
5.76.3 καὶ ἀφικνεῖται πρόξενος ὢν Ἀργείων Λίχας Ἀρκεσιλάου παρὰ τῶν Λακεδαιμονίων δύο λόγω φέρων ἐς τὸ Ἄργος , τὸν μὲν καθ’ ὅτι εἰ βούλονται πολεμεῖν , τὸν δ’ ὡς εἰ εἰρήνην ἄγειν . καὶ γενομένης πολλῆς ἀντιλογίας ( ἔτυχε γὰρ καὶ Ἀλκιβιάδης παρών ) οἱ ἄνδρες οἱ τοῖς Λακεδαιμονίοις πράσσοντες , ἤδη καὶ ἐκ τοῦ φανεροῦ τολμῶντες , ἔπεισαν τοὺς Ἀργείους προσδέξασθαι τὸν ξυμβατήριον λόγον . ἔστι δὲ ὅδε .