5.73.1 ὡς δὲ ταύτῃ ἐνεδεδώκει τὸ τῶν Ἀργείων καὶ ξυμμάχων στράτευμα , παρερρήγνυντο ἤδη ἅμα καὶ ἐφ’ ἑκάτερα , καὶ ἅμα τὸ δεξιὸν τῶν Λακεδαιμονίων καὶ Τεγεατῶν ἐκυκλοῦτο τῷ περιέχοντι σφῶν τοὺς Ἀθηναίους , καὶ ἀμφοτέρωθεν αὐτοὺς κίνδυνος περιειστήκει , τῇ μὲν κυκλουμένους , τῇ δὲ ἤδη ἡσσημένους . καὶ μάλιστ’ ἂν τοῦ στρατεύματος ἐταλαιπώρησαν , εἰ μὴ οἱ ἱππῆς παρόντες αὐτοῖς ὠφέλιμοι ἦσαν .
5.73.2 καὶ ξυνέβη τὸν Ἆγιν , ὡς ᾔσθετο τὸ εὐώνυμον σφῶν πονοῦν τὸ κατὰ τοὺς Μαντινέας καὶ τῶν Ἀργείων τοὺς χιλίους , παραγγεῖλαι παντὶ τῷ στρατεύματι χωρῆσαι ἐπὶ τὸ νικώμενον .
5.73.3 καὶ γενομένου τούτου οἱ μὲν Ἀθηναῖοι ἐν τούτῳ , ὡς παρῆλθε καὶ ἐξέκλινεν ἀπὸ σφῶν τὸ στράτευμα , καθ’ ἡσυχίαν ἐσώθησαν καὶ τῶν Ἀργείων μετ’ αὐτῶν τὸ ἡσσηθέν · οἱ δὲ Μαντινῆς καὶ οἱ ξύμμαχοι καὶ τῶν Ἀργείων οἱ λογάδες οὐκέτι πρὸς τὸ ἐγκεῖσθαι τοῖς ἐναντίοις τὴν γνώμην εἶχον , ἀλλ’ ὁρῶντες τούς τε σφετέρους νενικημένους καὶ τοὺς Λακεδαιμονίους ἐπιφερομένους ἐς φυγὴν ἐτράποντο .
5.73.4 καὶ τῶν μὲν Μαντινέων καὶ πλείους διεφθάρησαν , τῶν δὲ Ἀργείων λογάδων τὸ πολὺ ἐσώθη . μέντοι φυγὴ καὶ ἀποχώρησις οὐ βίαιος οὐδὲ μακρὰ ἦν · οἱ γὰρ Λακεδαιμόνιοι μέχρι μὲν τοῦ τρέψαι χρονίους τὰς μάχας καὶ βεβαίους τῷ μένειν ποιοῦνται , τρέψαντες δὲ βραχείας καὶ οὐκ ἐπὶ πολὺ τὰς διώξεις .
5.74.1 καὶ μὲν μάχη τοιαύτη καὶ ὅτι ἐγγύτατα τούτων ἐγένετο , πλείστου δὴ χρόνου μεγίστη δὴ τῶν Ἑλληνικῶν καὶ ὑπὸ ἀξιολογωτάτων πόλεων ξυνελθοῦσα .