5.60.3 στρατόπεδον γὰρ δὴ τοῦτο κάλλιστον Ἑλληνικὸν τῶν μέχρι τοῦδε ξυνῆλθεν · ὤφθη δὲ μάλιστα ἕως ἔτι ἦν ἁθρόον ἐν Νεμέᾳ , ἐν Λακεδαιμόνιοί τε πανστρατιᾷ ἦσαν καὶ Ἀρκάδες καὶ Βοιωτοὶ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Πελληνῆς καὶ Φλειάσιοι καὶ Μεγαρῆς , καὶ οὗτοι πάντες λογάδες ἀφ’ ἑκάστων , ἀξιόμαχοι δοκοῦντες εἶναι οὐ τῇ Ἀργείων μόνον ξυμμαχίᾳ ἀλλὰ κἂν ἄλλῃ ἔτι προσγενομένῃ .
5.60.4 τὸ μὲν οὖν στρατόπεδον οὕτως ἐν αἰτίᾳ ἔχοντες τὸν Ἆγιν ἀνεχώρουν τε καὶ διελύθησαν ἐπ’ οἴκου ἕκαστοι ,
5.60.5 Ἀργεῖοι δὲ καὶ αὐτοὶ ἔτι ἐν πολλῷ πλέονι αἰτίᾳ εἶχον τοὺς σπεισαμένους ἄνευ τοῦ πλήθους , νομίζοντες κἀκεῖνοι μὴ ἂν σφίσι ποτὲ κάλλιον παρασχὸν Λακεδαιμονίους διαπεφευγέναι · πρός τε γὰρ τῇ σφετέρᾳ πόλει καὶ μετὰ πολλῶν καὶ ἀγαθῶν ξυμμάχων τὸν ἀγῶνα ἂν γίγνεσθαι .
5.60.6 τόν τε Θράσυλον ἀναχωρήσαντες ἐν τῷ Χαράδρῳ , οὗπερ τὰς ἀπὸ στρατείας δίκας πρὶν ἐσιέναι κρίνουσιν , ἤρξαντο λεύειν . δὲ καταφυγὼν ἐπὶ τὸν βωμὸν περιγίγνεται · τὰ μέντοι χρήματα ἐδήμευσαν αὐτοῦ .
5.61.1 μετὰ δὲ τοῦτο Ἀθηναίων βοηθησάντων χιλίων ὁπλιτῶν καὶ τριακοσίων ἱππέων , ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος , οἱ Ἀργεῖοι ( ὅμως γὰρ τὰς σπονδὰς ὤκνουν λῦσαι πρὸς τοὺς Λακεδαιμονίους ) ἀπιέναι ἐκέλευον αὐτοὺς καὶ πρὸς τὸν δῆμον οὐ προσῆγον βουλομένους χρηματίσαι , πρὶν δὴ Μαντινῆς καὶ Ἠλεῖοι ( ἔτι γὰρ παρῆσαν ) κατηνάγκασαν δεόμενοι .