5.59.4 τὸ μὲν οὖν πλῆθος τῶν Ἀργείων καὶ τῶν ξυμμάχων οὐχ οὕτω δεινὸν τὸ παρὸν ἐνόμιζον , ἀλλ’ ἐν καλῷ ἐδόκει μάχη ἔσεσθαι , καὶ τοὺς Λακεδαιμονίους ἀπειληφέναι ἐν τῇ αὐτῶν τε καὶ πρὸς τῇ πόλει .
5.59.5 τῶν δὲ Ἀργείων δύο ἄνδρες , Θράσυλός τε τῶν πέντε στρατηγῶν εἷς ὢν καὶ Ἀλκίφρων πρόξενος Λακεδαιμονίων , ἤδη τῶν στρατοπέδων ὅσον οὐ ξυνιόντων προσελθόντε Ἄγιδι διελεγέσθην μὴ ποιεῖν μάχην · ἑτοίμους γὰρ εἶναι Ἀργείους δίκας δοῦναι καὶ δέξασθαι ἴσας καὶ ὁμοίας , εἴ τι ἐπικαλοῦσιν Ἀργείοις Λακεδαιμόνιοι , καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν σπονδὰς ποιησαμένους .
5.60.1 καὶ οἱ μὲν ταῦτα εἰπόντες τῶν Ἀργείων ἀφ’ ἑαυτῶν καὶ οὐ τοῦ πλήθους κελεύσαντος εἶπον · καὶ Ἆγις δεξάμενος τοὺς λόγους αὐτός , καὶ οὐ μετὰ τῶν πλεόνων οὐδὲ αὐτὸς βουλευσάμενος ἀλλ’ ἑνὶ ἀνδρὶ κοινώσας τῶν ἐν τέλει ξυστρατευομένων , σπένδεται τέσσαρας μῆνας , ἐν οἷς ἔδει ἐπιτελέσαι αὐτοὺς τὰ ῥηθέντα . καὶ ἀπήγαγε τὸν στρατὸν εὐθύς , οὐδενὶ φράσας τῶν ἄλλων ξυμμάχων .
5.60.2 οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι εἵποντο μὲν ὡς ἡγεῖτο διὰ τὸν νόμον , ἐν αἰτίᾳ δ’ εἶχον κατ’ ἀλλήλους πολλῇ τὸν Ἆγιν , νομίζοντες ἐν καλῷ παρατυχὸν σφίσι ξυμβαλεῖν καὶ πανταχόθεν αὐτῶν ἀποκεκλῃμένων καὶ ὑπὸ ἱππέων καὶ πεζῶν οὐδὲν δράσαντες ἄξιον τῆς παρασκευῆς ἀπιέναι .