5.61.2 καὶ ἔλεγον οἱ Ἀθηναῖοι Ἀλκιβιάδου πρεσβευτοῦ παρόντος ἔν τε τοῖς Ἀργείοις καὶ ξυμμάχοις ταῦτα , ὅτι οὐκ ὀρθῶς αἱ σπονδαὶ ἄνευ τῶν ἄλλων ξυμμάχων καὶ γένοιντο , καὶ νῦν ( ἐν καιρῷ γὰρ παρεῖναι σφεῖς ) ἅπτεσθαι χρῆναι τοῦ πολέμου .
5.61.3 καὶ πείσαντες ἐκ τῶν λόγων τοὺς ξυμμάχους εὐθὺς ἐχώρουν ἐπὶ Ὀρχομενὸν τὸν Ἀρκαδικὸν πάντες πλὴν Ἀργείων · οὗτοι δὲ ὅμως καὶ πεισθέντες ὑπελείποντο πρῶτον , ἔπειτα δ’ ὕστερον καὶ οὗτοι ἦλθον .
5.61.4 καὶ προσκαθεζόμενοι τὸν Ὀρχομενὸν πάντες ἐπολιόρκουν καὶ προσβολὰς ἐποιοῦντο , βουλόμενοι ἄλλως τε προσγενέσθαι σφίσι καὶ ὅμηροι ἐκ τῆς Ἀρκαδίας ἦσαν αὐτόθι ὑπὸ Λακεδαιμονίων κείμενοι .
5.61.5 οἱ δὲ Ὀρχομένιοι δείσαντες τήν τε τοῦ τείχους ἀσθένειαν καὶ τοῦ στρατοῦ τὸ πλῆθος καί , ὡς οὐδεὶς αὐτοῖς ἐβοήθει , μὴ προαπόλωνται , ξυνέβησαν ὥστε ξύμμαχοί τε εἶναι καὶ ὁμήρους σφῶν τε αὐτῶν δοῦναι Μαντινεῦσι καὶ οὓς κατέθεντο Λακεδαιμόνιοι παραδοῦναι .
5.62.1 μετὰ δὲ τοῦτο ἔχοντες ἤδη τὸν Ὀρχομενὸν ἐβουλεύοντο οἱ ξύμμαχοι ἐφ’ ὅτι χρὴ πρῶτον ἰέναι τῶν λοιπῶν . καὶ Ἠλεῖοι μὲν ἐπὶ Λέπρεον ἐκέλευον , Μαντινῆς δὲ ἐπὶ Τεγέαν · καὶ προσέθεντο οἱ Ἀργεῖοι καὶ Ἀθηναῖοι τοῖς Μαντινεῦσιν .
5.62.2 καὶ οἱ μὲν Ἠλεῖοι ὀργισθέντες ὅτι οὐκ ἐπὶ Λέπρεον ἐψηφίσαντο ἀνεχώρησαν ἐπ’ οἴκου · οἱ δὲ ἄλλοι ξύμμαχοι παρεσκευάζοντο ἐν τῇ Μαντινείᾳ ὡς ἐπὶ Τεγέαν ἰόντες . καί τινες αὐτοῖς καὶ αὐτῶν τῶν ἐν τῇ πόλει ἐνεδίδοσαν τὰ πράγματα .