5.56.2 Ἀργεῖοι δ’ ἐλθόντες παρ’ Ἀθηναίους ἐπεκάλουν ὅτι γεγραμμένον ἐν ταῖς σπονδαῖς διὰ τῆς ἑαυτῶν ἑκάστους μὴ ἐᾶν πολεμίους διιέναι ἐάσειαν κατὰ θάλασσαν παραπλεῦσαι · καὶ εἰ μὴ κἀκεῖνοι ἐς Πύλον κομιοῦσιν ἐπὶ Λακεδαιμονίους τοὺς Μεσσηνίους καὶ Εἵλωτας , ἀδικήσεσθαι αὐτοί .
5.56.3 Ἀθηναῖοι δὲ Ἀλκιβιάδου πείσαντος τῇ μὲν Λακωνικῇ στήλῃ ὑπέγραψαν ὅτι οὐκ ἐνέμειναν οἱ Λακεδαιμόνιοι τοῖς ὅρκοις , ἐς δὲ Πύλον ἐκόμισαν τοὺς ἐκ Κρανίων Εἵλωτας λῄζεσθαι , τὰ δ’ ἄλλα ἡσύχαζον .
5.56.4 τὸν δὲ χειμῶνα τοῦτον πολεμούντων Ἀργείων καὶ Ἐπιδαυρίων μάχη μὲν οὐδεμία ἐγένετο ἐκ παρασκευῆς , ἐνέδραι δὲ καὶ καταδρομαί , ἐν αἷς ὡς τύχοιεν ἑκατέρων τινὲς διεφθείροντο .
5.56.5 καὶ τελευτῶντος τοῦ χειμῶνος πρὸς ἔαρ ἤδη κλίμακας ἔχοντες οἱ Ἀργεῖοι ἦλθον ἐπὶ τὴν Ἐπίδαυρον , ὡς ἐρήμου οὔσης διὰ τὸν πόλεμον βίᾳ αἱρήσοντες · καὶ ἄπρακτοι ἀπῆλθον . καὶ χειμὼν ἐτελεύτα , καὶ τρίτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα .
5.57.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους μεσοῦντος Λακεδαιμόνιοι , ὡς αὐτοῖς οἵ τε Ἐπιδαύριοι ξύμμαχοι ὄντες ἐταλαιπώρουν καὶ τἆλλα ἐν τῇ Πελοποννήσῳ τὰ μὲν ἀφειστήκει , τὰ δ’ οὐ καλῶς εἶχε , νομίσαντες , εἰ μὴ προκαταλήψονται ἐν τάχει , ἐπὶ πλέον χωρήσεσθαι αὐτά , ἐστράτευον αὐτοὶ καὶ οἱ Εἵλωτες πανδημεὶ ἐπ’ Ἄργος · ἡγεῖτο δὲ Ἆγις Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς .