5.54.3 Ἀργεῖοι δ’ ἀναχωρησάντων αὐτῶν τοῦ πρὸ τοῦ Καρνείου μηνὸς ἐξελθόντες τετράδι φθίνοντος , καὶ ἄγοντες τὴν ἡμέραν ταύτην πάντα τὸν χρόνον , ἐσέβαλον ἐς τὴν Ἐπιδαυρίαν καὶ ἐδῄουν .
5.54.4 Ἐπιδαύριοι δὲ τοὺς ξυμμάχους ἐπεκαλοῦντο · ὧν τινὲς οἱ μὲν τὸν μῆνα προυφασίσαντο , οἱ δὲ καὶ ἐς μεθορίαν τῆς Ἐπιδαυρίας ἐλθόντες ἡσύχαζον .
5.55.1 καὶ καθ’ ὃν χρόνον ἐν τῇ Ἐπιδαύρῳ οἱ Ἀργεῖοι ἦσαν , ἐς Μαντίνειαν πρεσβεῖαι ἀπὸ τῶν πόλεων ξυνῆλθον , Ἀθηναίων παρακαλεσάντων . καὶ γιγνομένων λόγων Εὐφαμίδας Κορίνθιος οὐκ ἔφη τοὺς λόγους τοῖς ἔργοις ὁμολογεῖν · σφεῖς μὲν γὰρ περὶ εἰρήνης ξυγκαθῆσθαι , τοὺς δ’ Ἐπιδαυρίους καὶ τοὺς ξυμμάχους καὶ τοὺς Ἀργείους μεθ’ ὅπλων ἀντιτετάχθαι · διαλῦσαι οὖν πρῶτον χρῆναι ἀφ’ ἑκατέρων ἐλθόντας τὰ στρατόπεδα , καὶ οὕτω πάλιν λέγειν περὶ τῆς εἰρήνης .
5.55.2 καὶ πεισθέντες ᾤχοντο καὶ τοὺς Ἀργείους ἀπήγαγον ἐκ τῆς Ἐπιδαυρίας . ὕστερον δὲ ἐς τὸ αὐτὸ ξυνελθόντες οὐδ’ ὣς ἐδυνήθησαν ξυμβῆναι , ἀλλ’ οἱ Ἀργεῖοι πάλιν ἐς τὴν Ἐπιδαυρίαν ἐσέβαλον καὶ ἐδῄουν .
5.55.3 ἐξεστράτευσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ἐς Καρύας , καὶ ὡς οὐδ’ ἐνταῦθα τὰ διαβατήρια αὐτοῖς ἐγένετο , ἐπανεχώρησαν .
5.55.4 Ἀργεῖοι δὲ τεμόντες τῆς Ἐπιδαυρίας ὡς τὸ τρίτον μέρος ἀπῆλθον ἐπ’ οἴκου . καὶ Ἀθηναίων αὐτοῖς χίλιοι ἐβοήθησαν ὁπλῖται καὶ Ἀλκιβιάδης στρατηγός · πυθόμενος δὲ τοὺς Λακεδαιμονίους ἐξεστρατεῦσθαι , καὶ ὡς οὐδὲν ἔτι αὐτῶν ἔδει , ἀπῆλθεν . καὶ τὸ θέρος οὕτω διῆλθεν .
5.56.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι λαθόντες Ἀθηναίους φρουρούς τε τριακοσίους καὶ Ἀγησιππίδαν ἄρχοντα κατὰ θάλασσαν ἐς Ἐπίδαυρον ἐσέπεμψαν .