5.57.2 ξυνεστράτευον δ’ αὐτοῖς Τεγεᾶταί τε καὶ ὅσοι ἄλλοι Ἀρκάδων Λακεδαιμονίοις ξύμμαχοι ἦσαν . οἱ δ’ ἐκ τῆς ἄλλης Πελοποννήσου ξύμμαχοι καὶ οἱ ἔξωθεν ἐς Φλειοῦντα ξυνελέγοντο , Βοιωτοὶ μὲν πεντακισχίλιοι ὁπλῖται καὶ τοσοῦτοι ψιλοὶ καὶ ἱππῆς πεντακόσιοι καὶ ἅμιπποι ἴσοι , Κορίνθιοι δὲ δισχίλιοι ὁπλῖται , οἱ δ’ ἄλλοι ὡς ἕκαστοι , Φλειάσιοι δὲ πανστρατιᾷ , ὅτι ἐν τῇ ἐκείνων ἦν τὸ στράτευμα .
5.58.1 Ἀργεῖοι δὲ προαισθόμενοι τό τε πρῶτον τὴν παρασκευὴν τῶν Λακεδαιμονίων καὶ ἐπειδὴ ἐς τὸν Φλειοῦντα βουλόμενοι τοῖς ἄλλοις προσμεῖξαι ἐχώρουν , τότε δὴ ἐξεστράτευσαν καὶ αὐτοί · ἐβοήθησαν δ’ αὐτοῖς καὶ Μαντινῆς , ἔχοντες τοὺς σφετέρους ξυμμάχους , καὶ Ἠλείων τρισχίλιοι ὁπλῖται .
5.58.2 καὶ προϊόντες ἀπαντῶσι τοῖς Λακεδαιμονίοις ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας . καὶ καταλαμβάνουσιν ἑκάτεροι λόφον · καὶ οἱ μὲν Ἀργεῖοι ὡς μεμονωμένοις τοῖς Λακεδαιμονίοις παρεσκευάζοντο μάχεσθαι , δὲ Ἆγις τῆς νυκτὸς ἀναστήσας τὸν στρατὸν καὶ λαθὼν ἐπορεύετο ἐς Φλειοῦντα παρὰ τοὺς ἄλλους ξυμμάχους .
5.58.3 καὶ οἱ Ἀργεῖοι αἰσθόμενοι ἅμα ἕῳ ἐχώρουν , πρῶτον μὲν ἐς Ἄργος , ἔπειτα δὲ προσεδέχοντο τοὺς Λακεδαιμονίους μετὰ τῶν ξυμμάχων καταβήσεσθαι , τὴν κατὰ Νεμέαν ὁδόν .