5.52.2 καὶ τοῦ αὐτοῦ θέρους Ἀλκιβιάδης Κλεινίου στρατηγὸς ὢν Ἀθηναίων , Ἀργείων καὶ τῶν ξυμμάχων ξυμπρασσόντων , ἐλθὼν ἐς Πελοπόννησον μετ’ ὀλίγων Ἀθηναίων ὁπλιτῶν καὶ τοξοτῶν καὶ τῶν αὐτόθεν ξυμμάχων παραλαβὼν τά τε ἄλλα ξυγκαθίστη περὶ τὴν ξυμμαχίαν διαπορευόμενος Πελοπόννησον τῇ στρατιᾷ , καὶ Πατρέας τε τείχη καθεῖναι ἔπεισεν ἐς θάλασσαν καὶ αὐτὸς ἕτερον διενοεῖτο τειχίσαι ἐπὶ τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ . Κορίνθιοι δὲ καὶ Σικυώνιοι , καὶ οἷς ἦν ἐν βλάβῃ τειχισθὲν βοηθήσαντες διεκώλυσαν .
5.53.1 τοῦ δ’ αὐτοῦ θέρους Ἐπιδαυρίοις καὶ Ἀργείοις πόλεμος ἐγένετο , προφάσει μὲν περὶ τοῦ θύματος τοῦ Ἀπόλλωνος τοῦ Πυθαέως , δέον ἀπαγαγεῖν οὐκ ἀπέπεμπον ὑπὲρ βοταμίων Ἐπιδαύριοι ( κυριώτατοι δὲ τοῦ ἱεροῦ ἦσαν Ἀργεῖοι ) · ἐδόκει δὲ καὶ ἄνευ τῆς αἰτίας τὴν Ἐπίδαυρον τῷ τε Ἀλκιβιάδῃ καὶ τοῖς Ἀργείοις προσλαβεῖν , ἢν δύνωνται , τῆς τε Κορίνθου ἕνεκα ἡσυχίας καὶ ἐκ τῆς Αἰγίνης βραχυτέραν ἔσεσθαι τὴν βοήθειαν Σκύλλαιον περιπλεῖν τοῖς Ἀθηναίοις . παρεσκευάζοντο οὖν οἱ Ἀργεῖοι ὡς αὐτοὶ ἐς τὴν Ἐπίδαυρον διὰ τοῦ θύματος τὴν ἔσπραξιν ἐσβαλοῦντες .
5.54.1 ἐξεστράτευσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι κατὰ τοὺς αὐτοὺς χρόνους πανδημεὶ ἐς Λεῦκτρα τῆς ἑαυτῶν μεθορίας πρὸς τὸ Λύκαιον , Ἄγιδος τοῦ Ἀρχιδάμου βασιλέως ἡγουμένου · ᾔδει δὲ οὐδεὶς ὅποι στρατεύουσιν , οὐδὲ αἱ πόλεις ἐξ ὧν ἐπέμφθησαν .
5.54.2 ὡς δ’ αὐτοῖς τὰ διαβατήρια θυομένοις οὐ προυχώρει , αὐτοί τε ἀπῆλθον ἐπ’ οἴκου καὶ τοῖς ξυμμάχοις περιήγγειλαν μετὰ τὸν μέλλοντα ( Καρνεῖος δ’ ἦν μήν , ἱερομηνία Δωριεῦσι ) παρασκευάζεσθαι ὡς στρατευσομένους .