5.50.5 ἐς δὲ Κόρινθον μετὰ τὰ Ὀλύμπια Ἀργεῖοί τε καὶ οἱ ξύμμαχοι ἀφίκοντο δεησόμενοι αὐτῶν παρὰ σφᾶς ἐλθεῖν . καὶ Λακεδαιμονίων πρέσβεις ἔτυχον παρόντες , καὶ πολλῶν λόγων γενομένων τέλος οὐδὲν ἐπράχθη , ἀλλὰ σεισμοῦ γενομένου διελύθησαν ἕκαστοι ἐπ’ οἴκου . καὶ τὸ θέρος ἐτελεύτα .
5.51.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἡρακλεώταις τοῖς ἐν Τραχῖνι μάχη ἐγένετο πρὸς Αἰνιᾶνας καὶ Δόλοπας καὶ Μηλιᾶς καὶ Θεσσαλῶν τινάς .
5.51.2 προσοικοῦντα γὰρ τὰ ἔθνη ταῦτα τῇ πόλει πολέμια ἦν · οὐ γὰρ ἐπ’ ἄλλῃ τινὶ γῇ τῇ τούτων τὸ χωρίον ἐτειχίσθη . καὶ εὐθύς τε καθισταμένῃ τῇ πόλει ἠναντιοῦντο ἐς ὅσον ἐδύναντο φθείροντες καὶ τότε τῇ μάχῃ ἐνίκησαν τοὺς Ἡρακλεώτας , καὶ Ξενάρης Κνίδιος Λακεδαιμόνιος ἄρχων αὐτῶν ἀπέθανε , διεφθάρησαν δὲ καὶ ἄλλοι τῶν Ἡρακλεωτῶν . καὶ χειμὼν ἐτελεύτα , καὶ δωδέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα .
5.52.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους εὐθὺς ἀρχομένου τὴν Ἡράκλειαν , ὡς μετὰ τὴν μάχην κακῶς ἐφθείρετο , Βοιωτοὶ παρέλαβον , καὶ Ἀγησιππίδαν τὸν Λακεδαιμόνιον ὡς οὐ καλῶς ἄρχοντα ἐξέπεμψαν . δείσαντες δὲ παρέλαβον τὸ χωρίον μὴ Λακεδαιμονίων τὰ κατὰ Πελοπόννησον θορυβουμένων Ἀθηναῖοι λάβωσιν · Λακεδαιμόνιοι μέντοι ὠργίζοντο αὐτοῖς .