5.49.5 Ἠλεῖοι δὲ τοῦ αὐτοῦ λόγου εἴχοντο , ὡς μὲν οὐκ ἀδικοῦσι μὴ ἂν πεισθῆναι , εἰ δὲ βούλονται σφίσι Λέπρεον ἀποδοῦναι , τό τε αὑτῶν μέρος ἀφιέναι τοῦ ἀργυρίου , καὶ τῷ θεῷ γίγνεται αὐτοὶ ὑπὲρ ἐκείνων ἐκτίσειν .
5.50.1 ὡς δ’ οὐκ ἐσήκουον , αὖθις τάδε ἠξίουν , Λέπρεον μὲν μὴ ἀποδοῦναι , εἰ μὴ βούλονται , ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου , ἐπειδὴ προθυμοῦνται χρῆσθαι τῷ ἱερῷ , ἐπομόσαι ἐναντίον τῶν Ἑλλήνων μὴν ἀποδώσειν ὕστερον τὴν καταδίκην .
5.50.2 ὡς δὲ οὐδὲ ταῦτα ἤθελον , Λακεδαιμόνιοι μὲν εἴργοντο τοῦ ἱεροῦ [ θυσίας καὶ ἀγώνων ] καὶ οἴκοι ἔθυον , οἱ δὲ ἄλλοι Ἕλληνες ἐθεώρουν πλὴν Λεπρεατῶν .
5.50.3 ὅμως δὲ οἱ Ἠλεῖοι δεδιότες μὴ βίᾳ θύσωσι , ξὺν ὅπλοις τῶν νεωτέρων φυλακὴν εἶχον · ἦλθον δὲ αὐτοῖς καὶ Ἀργεῖοι καὶ Μαντινῆς , χίλιοι ἑκατέρων , καὶ Ἀθηναίων ἱππῆς , οἳ ἐν Ἁρπίνῃ ὑπέμενον τὴν ἑορτήν .
5.50.4 δέος δ’ ἐγένετο τῇ πανηγύρει μέγα μὴ ξὺν ὅπλοις ἔλθωσιν οἱ Λακεδαιμόνιοι , ἄλλως τε καὶ ἐπειδὴ καὶ Λίχας Ἀρκεσιλάου Λακεδαιμόνιος ἐν τῷ ἀγῶνι ὑπὸ τῶν ῥαβδούχων πληγὰς ἔλαβεν , ὅτι νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον , βουλόμενος δηλῶσαι ὅτι ἑαυτοῦ ἦν τὸ ἅρμα · ὥστε πολλῷ δὴ μᾶλλον ἐπεφόβηντο πάντες καὶ ἐδόκει τι νέον ἔσεσθαι . οἱ μέντοι Λακεδαιμόνιοι ἡσύχασάν τε καὶ ἑορτὴ αὐτοῖς οὕτω διῆλθεν .