5.48.2 Κορίνθιοι δὲ Ἀργείων ὄντες ξύμμαχοι οὐκ ἐσῆλθον ἐς αὐτάς , ἀλλὰ καὶ γενομένης πρὸ τούτου Ἠλείοις καὶ Ἀργείοις καὶ Μαντινεῦσι ξυμμαχίας , τοῖς αὐτοῖς πολεμεῖν καὶ εἰρήνην ἄγειν , οὐ ξυνώμοσαν , ἀρκεῖν δ’ ἔφασαν σφίσι τὴν πρώτην γενομένην ἐπιμαχίαν , ἀλλήλοις βοηθεῖν , ξυνεπιστρατεύειν δὲ μηδενί .
5.48.3 οἱ μὲν Κορίνθιοι οὕτως ἀπέστησαν τῶν ξυμμάχων καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν τὴν γνώμην εἶχον .
5.49.1 Ὀλύμπια δ’ ἐγένετο τοῦ θέρους τούτου , οἷς Ἀνδροσθένης Ἀρκὰς παγκράτιον τὸ πρῶτον ἐνίκα · καὶ Λακεδαιμόνιοι τοῦ ἱεροῦ ὑπὸ Ἠλείων εἴρχθησαν ὥστε μὴ θύειν μηδ’ ἀγωνίζεσθαι , οὐκ ἐκτίνοντες τὴν δίκην αὐτοῖς ἣν ἐν τῷ Ὀλυμπιακῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν φάσκοντες 〈ἐς σφᾶς ἐπὶ Φύρκον τε τεῖχος ὅπλα ἐπενεγκεῖν καὶ ἐς Λέπρεον αὐτῶν ὁπλίτας ἐν ταῖς Ὀλυμπιακαῖς σπονδαῖς ἐσπέμψαι . δὲ καταδίκη δισχίλιαι μναῖ ἦσαν , κατὰ τὸν ὁπλίτην ἕκαστον δύο μναῖ , ὥσπερ νόμος ἔχει .
5.49.2 Λακεδαιμόνιοι δὲ πρέσβεις πέμψαντες ἀντέλεγον μὴ δικαίως σφῶν καταδεδικάσθαι , λέγοντες μὴ ἐπηγγέλθαι πω ἐς Λακεδαίμονα τὰς σπονδάς , ὅτ’ ἐσέπεμψαν τοὺς ὁπλίτας .
5.49.3 Ἠλεῖοι δὲ τὴν παρ’ αὐτοῖς ἐκεχειρίαν ἤδη ἔφασαν εἶναι ( πρώτοις γὰρ σφίσιν αὐτοῖς ἐπαγγέλλουσιν ) , καὶ ἡσυχαζόντων σφῶν καὶ οὐ προσδεχομένων ὡς ἐν σπονδαῖς , αὐτοὺς λαθεῖν ἀδικήσαντας .
5.49.4 οἱ δὲ Λακεδαιμόνιοι ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγγεῖλαι ἔτι ἐς Λακεδαίμονα , εἰ ἀδικεῖν γε ἤδη ἐνόμιζον αὐτούς , ἀλλ’ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι , καὶ ὅπλα οὐδαμόσε ἔτι αὐτοῖς ἐπενεγκεῖν .