5.47.9 ὀμνύντων δὲ Ἀθήνησι μὲν βουλὴ καὶ αἱ ἔνδημοι ἀρχαί , ἐξορκούντων δὲ οἱ πρυτάνεις · ἐν Ἄργει δὲ βουλὴ καὶ οἱ ὀγδοήκοντα καὶ οἱ ἀρτῦναι , ἐξορκούντων δὲ οἱ ὀγδοήκοντα · ἐν δὲ Μαντινείᾳ οἱ δημιουργοὶ καὶ βουλὴ καὶ αἱ ἄλλαι ἀρχαί , ἐξορκούντων δὲ οἱ θεωροὶ καὶ οἱ πολέμαρχοι · ἐν δὲ Ἤλιδι οἱ δημιουργοὶ καὶ οἱ τὰ τέλη ἔχοντες καὶ οἱ ἑξακόσιοι , ἐξορκούντων δὲ οἱ δημιουργοὶ καὶ οἱ θεσμοφύλακες .
5.47.10 ἀνανεοῦσθαι δὲ τοὺς ὅρκους Ἀθηναίους μὲν ἰόντας ἐς Ἦλιν καὶ ἐς Μαντίνειαν καὶ ἐς Ἄργος τριάκοντα ἡμέραις πρὸ Ὀλυμπίων , Ἀργείους δὲ καὶ Ἠλείους καὶ Μαντινέας ἰόντας Ἀθήναζε δέκα ἡμέραις πρὸ Παναθηναίων τῶν μεγάλων .
5.47.11 τὰς δὲ ξυνθήκας τὰς περὶ τῶν σπονδῶν καὶ τῶν ὅρκων καὶ τῆς ξυμμαχίας ἀναγράψαι ἐν στήλῃ λιθίνῃ Ἀθηναίους μὲν ἐν πόλει , Ἀργείους δὲ ἐν ἀγορᾷ ἐν τοῦ Ἀπόλλωνος τῷ ἱερῷ , Μαντινέας δὲ ἐν τοῦ Διὸς τῷ ἱερῷ ἐν τῇ ἀγορᾷ · καταθέντων δὲ καὶ Ὀλυμπίασι στήλην χαλκῆν κοινῇ Ὀλυμπίοις τοῖς νυνί .
5.47.12 ἐὰν δέ τι δοκῇ ἄμεινον εἶναι ταῖς πόλεσι ταύταις προσθεῖναι πρὸς τοῖς ξυγκειμένοις , ὅτι [ δ’ ] ἂν δόξῃ ταῖς πόλεσιν ἁπάσαις κοινῇ βουλευομέναις , τοῦτο κύριον εἶναι . "
5.48.1 αἱ μὲν σπονδαὶ καὶ ξυμμαχία οὕτως ἐγένοντο , καὶ αἱ τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων οὐκ ἀπείρηντο τούτου ἕνεκα οὐδ’ ὑφ’ ἑτέρων .