5.47.5 ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας διιέναι ἐπὶ πολέμῳ διὰ τῆς γῆς τῆς σφετέρας αὐτῶν καὶ τῶν ξυμμάχων ὧν ἄρχουσιν ἕκαστοι , μηδὲ κατὰ θάλασσαν , ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν τὴν δίοδον εἶναι , Ἀθηναίων καὶ Ἀργείων καὶ Μαντινέων καὶ Ἠλείων .
5.47.6 τοῖς δὲ βοηθοῦσιν πόλις πέμπουσα παρεχέτω μέχρι μὲν τριάκοντα ἡμερῶν σῖτον , ἐπὴν ἔλθωσιν ἐς τὴν πόλιν τὴν ἐπαγγείλασαν βοηθεῖν , καὶ ἀπιοῦσι κατὰ ταὐτά · ἢν δὲ πλέονα βούληται χρόνον τῇ στρατιᾷ χρῆσθαι , πόλις μεταπεμψαμένη διδότω σῖτον , τῷ μὲν ὁπλίτῃ καὶ ψιλῷ καὶ τοξότῃ τρεῖς ὀβολοὺς Αἰγιναίους τῆς ἡμέρας ἑκάστης , τῷ δ’ ἱππεῖ δραχμὴν Αἰγιναίαν .
5.47.7 δὲ πόλις μεταπεμψαμένη 〈τῇ στρατιᾷ〉 τὴν ἡγεμονίαν ἐχέτω , ὅταν ἐν τῇ αὑτῆς πόλεμος · ἢν δέ ποι δόξῃ 〈ἁπάσαις ταῖς πόλεσι κοινῇ στρατεύεσθαι , τὸ ἴσον τῆς ἡγεμονίας μετεῖναι ἁπάσαις ταῖς πόλεσιν .
5.47.8 ὀμόσαι δὲ τὰς σπονδὰς Ἀθηναίους μὲν ὑπέρ τε σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων , Ἀργεῖοι δὲ καὶ Μαντινῆς καὶ Ἠλεῖοι καὶ οἱ ξύμμαχοι τούτων κατὰ πόλεις ὀμνύντων . ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἕκαστοι τὸν μέγιστον κατὰ ἱερῶν τελείων . δὲ ὅρκος ἔστω ὅδε · ʹ ἐμμενῶ τῇ ξυμμαχίᾳ κατὰ τὰ ξυγκείμενα δικαίως καὶ ἀβλαβῶς καὶ ἀδόλως , καὶ οὐ παραβήσομαι τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ . ʹ