5.44.1 οἱ δὲ Ἀργεῖοι ἀκούσαντες τῆς τε ἀγγελίας καὶ ἐπειδὴ ἔγνωσαν οὐ μετ’ Ἀθηναίων πραχθεῖσαν τὴν τῶν Βοιωτῶν ξυμμαχίαν , ἀλλ’ ἐς διαφορὰν μεγάλην καθεστῶτας αὐτοὺς πρὸς τοὺς Λακεδαιμονίους , τῶν μὲν ἐν Λακεδαίμονι πρέσβεων , οἳ σφίσι περὶ τῶν σπονδῶν ἔτυχον ἀπόντες , ἠμέλουν , πρὸς δὲ τοὺς Ἀθηναίους μᾶλλον τὴν γνώμην εἶχον , νομίζοντες πόλιν τε σφίσι φιλίαν ἀπὸ παλαιοῦ καὶ δημοκρατουμένην ὥσπερ καὶ αὐτοὶ καὶ δύναμιν μεγάλην ἔχουσαν τὴν κατὰ θάλασσαν ξυμπολεμήσειν σφίσιν , ἢν καθιστῶνται ἐς πόλεμον .
5.44.2 ἔπεμπον οὖν εὐθὺς πρέσβεις ὡς τοὺς Ἀθηναίους περὶ τῆς ξυμμαχίας · ξυνεπρεσβεύοντο δὲ καὶ Ἠλεῖοι καὶ Μαντινῆς .
5.44.3 ἀφίκοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις κατὰ τάχος , δοκοῦντες ἐπιτήδειοι εἶναι τοῖς Ἀθηναίοις , Φιλοχαρίδας καὶ Λέων καὶ Ἔνδιος , δείσαντες μὴ τήν τε ξυμμαχίαν ὀργιζόμενοι πρὸς τοὺς Ἀργείους ποιήσωνται , καὶ ἅμα Πύλον ἀπαιτήσοντες ἀντὶ Πανάκτου καὶ περὶ τῆς Βοιωτῶν ξυμμαχίας ἀπολογησόμενοι , ὡς οὐκ ἐπὶ κακῷ τῶν Ἀθηναίων ἐποιήσαντο .
5.45.1 καὶ λέγοντες ἐν τῇ βουλῇ περί τε τούτων καὶ ὡς αὐτοκράτορες ἥκουσι περὶ πάντων ξυμβῆναι τῶν διαφόρων , τὸν Ἀλκιβιάδην ἐφόβουν μὴ καί , ἢν ἐς τὸν δῆμον ταῦτα λέγωσιν , ἐπαγάγωνται τὸ πλῆθος καὶ ἀπωσθῇ Ἀργείων ξυμμαχία .
5.45.2 μηχανᾶται δὲ πρὸς αὐτοὺς τοιόνδε τι Ἀλκιβιάδης · τοὺς Λακεδαιμονίους πείθει πίστιν αὐτοῖς δούς , ἢν μὴ ὁμολογήσωσιν ἐν τῷ δήμῳ αὐτοκράτορες ἥκειν , Πύλον τε αὐτοῖς ἀποδώσειν ( πείσειν γὰρ αὐτὸς Ἀθηναίους , ὥσπερ καὶ νῦν ἀντιλέγειν ) καὶ τἆλλα ξυναλλάξειν .