5.43.1 κατὰ τοιαύτην δὴ διαφορὰν ὄντων τῶν Λακεδαιμονίων πρὸς τοὺς Ἀθηναίους , οἱ ἐν ταῖς Ἀθήναις αὖ βουλόμενοι λῦσαι τὰς σπονδὰς εὐθὺς ἐνέκειντο .
5.43.2 ἦσαν δὲ ἄλλοι τε καὶ Ἀλκιβιάδης Κλεινίου , ἀνὴρ ἡλικίᾳ μὲν ἔτι τότε ὢν νέος ὡς ἐν ἄλλῃ πόλει , ἀξιώματι δὲ προγόνων τιμώμενος · ἐδόκει μὲν καὶ ἄμεινον εἶναι πρὸς τοὺς Ἀργείους μᾶλλον χωρεῖν , οὐ μέντοι ἀλλὰ καὶ φρονήματι φιλονικῶν ἠναντιοῦτο , ὅτι Λακεδαιμόνιοι διὰ Νικίου καὶ Λάχητος ἔπραξαν τὰς σπονδάς , ἑαυτὸν κατά τε τὴν νεότητα ὑπεριδόντες καὶ κατὰ τὴν παλαιὰν προξενίαν ποτὲ οὖσαν οὐ τιμήσαντες , ἣν τοῦ πάππου ἀπειπόντος αὐτὸς τοὺς ἐκ τῆς νήσου αὐτῶν αἰχμαλώτους θεραπεύων διενοεῖτο ἀνανεώσασθαι .
5.43.3 πανταχόθεν τε νομίζων ἐλασσοῦσθαι τό τε πρῶτον ἀντεῖπεν , οὐ βεβαίους φάσκων εἶναι Λακεδαιμονίους , ἀλλ’ ἵνα Ἀργείους σφίσι σπεισάμενοι ἐξέλωσι καὶ αὖθις ἐπ’ Ἀθηναίους μόνους ἴωσι , τούτου ἕνεκα σπένδεσθαι αὐτούς , καὶ τότε , ἐπειδὴ διαφορὰ ἐγεγένητο , πέμπει εὐθὺς ἐς Ἄργος ἰδίᾳ , κελεύων ὡς τάχιστα ἐπὶ τὴν ξυμμαχίαν προκαλουμένους ἥκειν μετὰ Μαντινέων καὶ Ἠλείων , ὡς καιροῦ ὄντος καὶ αὐτὸς ξυμπράξων τὰ μάλιστα .