5.45.3 βουλόμενος δὲ αὐτοὺς Νικίου τε ἀποστῆσαι ταῦτα ἔπρασσε καὶ ὅπως ἐν τῷ δήμῳ διαβαλὼν αὐτοὺς ὡς οὐδὲν ἀληθὲς ἐν νῷ ἔχουσιν οὐδὲ λέγουσιν οὐδέποτε ταὐτά , τοὺς Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας ξυμμάχους ποιήσῃ . καὶ ἐγένετο οὕτως .
5.45.4 ἐπειδὴ γὰρ ἐς τὸν δῆμον παρελθόντες καὶ ἐπερωτώμενοι οὐκ ἔφασαν ὥσπερ ἐν τῇ βουλῇ αὐτοκράτορες ἥκειν , οἱ Ἀθηναῖοι οὐκέτι ἠνείχοντο , ἀλλὰ τοῦ Ἀλκιβιάδου πολλῷ μᾶλλον πρότερον καταβοῶντος τῶν Λακεδαιμονίων ἐσήκουόν τε καὶ ἑτοῖμοι ἦσαν εὐθὺς παραγαγόντες τοὺς Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους ποιεῖσθαι · σεισμοῦ δὲ γενομένου πρίν τι ἐπικυρωθῆναι , ἐκκλησία αὕτη ἀνεβλήθη .
5.46.1 τῇ δ’ ὑστεραίᾳ ἐκκλησίᾳ Νικίας , καίπερ τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων καὶ αὐτὸς ἐξηπατημένος περὶ τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν , ὅμως τοῖς Λακεδαιμονίοις ἔφη χρῆναι φίλους μᾶλλον γίγνεσθαι , καὶ ἐπισχόντας τὰ πρὸς Ἀργείους πέμψαι ἔτι ὡς αὐτοὺς καὶ εἰδέναι ὅτι διανοοῦνται , λέγων ἐν μὲν τῷ σφετέρῳ καλῷ , ἐν δὲ τῷ ἐκείνων ἀπρεπεῖ τὸν πόλεμον ἀναβάλλεσθαι · σφίσι μὲν γὰρ εὖ ἑστώτων τῶν πραγμάτων ὡς ἐπὶ πλεῖστον ἄριστον εἶναι διασώσασθαι τὴν εὐπραγίαν , ἐκείνοις δὲ δυστυχοῦσιν ὅτι τάχιστα εὕρημα εἶναι διακινδυνεῦσαι .
5.46.2 ἔπεισέ τε πέμψαι πρέσβεις , ὧν καὶ αὐτὸς ἦν , κελεύσοντας Λακεδαιμονίους , εἴ τι δίκαιον διανοοῦνται , Πάνακτόν τε ὀρθὸν ἀποδιδόναι καὶ Ἀμφίπολιν , καὶ τὴν Βοιωτῶν ξυμμαχίαν ἀνεῖναι , ἢν μὴ ἐς τὰς σπονδὰς ἐσίωσι , καθάπερ εἴρητο ἄνευ ἀλλήλων μηδενὶ ξυμβαίνειν .