5.41.3 τοῖς δὲ Λακεδαιμονίοις τὸ μὲν πρῶτον ἐδόκει μωρία εἶναι ταῦτα , ἔπειτα ( ἐπεθύμουν γὰρ τὸ Ἄργος πάντως φίλιον ἔχειν ) ξυνεχώρησαν ἐφ’ οἷς ἠξίουν καὶ ξυνεγράψαντο . ἐκέλευον δ’ οἱ Λακεδαιμόνιοι , πρὶν τέλος τι αὐτῶν ἔχειν , ἐς τὸ Ἄργος πρῶτον ἐπαναχωρήσαντας αὐτοὺς δεῖξαι τῷ πλήθει , καὶ ἢν ἀρέσκοντα , ἥκειν ἐς τὰ Ὑακίνθια τοὺς ὅρκους ποιησομένους . καὶ οἱ μὲν ἀνεχώρησαν ·
5.42.1 ἐν δὲ τῷ χρόνῳ τούτῳ οἱ Ἀργεῖοι ταῦτα ἔπρασσον , οἱ πρέσβεις τῶν Λακεδαιμονίων Ἀνδρομένης καὶ Φαίδιμος καὶ Ἀντιμενίδας , οὓς ἔδει τὸ Πάνακτον καὶ τοὺς ἄνδρας τοὺς παρὰ Βοιωτῶν παραλαβόντας Ἀθηναίοις ἀποδοῦναι , τὸ μὲν Πάνακτον ὑπὸ τῶν Βοιωτῶν αὐτῶν καθῃρημένον ηὗρον , ἐπὶ προφάσει ὡς ἦσάν ποτε Ἀθηναίοις καὶ Βοιωτοῖς ἐκ διαφορᾶς περὶ αὐτοῦ ὅρκοι παλαιοὶ μηδετέρους οἰκεῖν τὸ χωρίον , ἀλλὰ κοινῇ νέμειν , τοὺς δ’ ἄνδρας οὓς εἶχον αἰχμαλώτους Βοιωτοὶ Ἀθηναίων παραλαβόντες οἱ περὶ τὸν Ἀνδρομένη ἐκόμισαν τοῖς Ἀθηναίοις καὶ ἀπέδοσαν , τοῦ τε Πανάκτου τὴν καθαίρεσιν ἔλεγον αὐτοῖς , νομίζοντες καὶ τοῦτο ἀποδιδόναι · πολέμιον γὰρ οὐκέτι ἐν αὐτῷ Ἀθηναίοις οἰκήσειν οὐδένα .
5.42.2 λεγομένων δὲ τούτων οἱ Ἀθηναῖοι δεινὰ ἐποίουν , νομίζοντες ἀδικεῖσθαι ὑπὸ Λακεδαιμονίων τοῦ τε Πανάκτου τῇ καθαιρέσει , ἔδει ὀρθὸν παραδοῦναι , καὶ πυνθανόμενοι ὅτι καὶ Βοιωτοῖς ἰδίᾳ ξυμμαχίαν πεποίηνται , φάσκοντες πρότερον κοινῇ τοὺς μὴ δεχομένους τὰς σπονδὰς προσαναγκάσειν . τά τε ἄλλα ἐσκόπουν ὅσα ἐξελελοίπεσαν τῆς ξυνθήκης καὶ ἐνόμιζον ἐξηπατῆσθαι , ὥστε χαλεπῶς πρὸς τοὺς πρέσβεις ἀποκρινάμενοι ἀπέπεμψαν .