5.21.3 ἐλθὼν δὲ αὐτὸς κατὰ τάχος μετὰ πρέσβεων αὐτόθεν ἀπολογησόμενός τε ἐς τὴν Λακεδαίμονα , ἢν κατηγορῶσιν οἱ περὶ τὸν Ἰσχαγόραν ὅτι οὐκ ἐπείθετο , καὶ ἅμα βουλόμενος εἰδέναι εἰ ἔτι μετακινητὴ εἴη ὁμολογία , ἐπειδὴ ηὗρε κατειλημμένους , αὐτὸς μὲν πάλιν πεμπόντων τῶν Λακεδαιμονίων καὶ κελευόντων μάλιστα μὲν καὶ τὸ χωρίον παραδοῦναι , εἰ δὲ μή , ὁπόσοι Πελοποννησίων ἔνεισιν ἐξαγαγεῖν , κατὰ τάχος ἐπορεύετο .
5.22.1 οἱ δὲ ξύμμαχοι ἐν τῇ Λακεδαίμονι αὐτοὶ ἔτυχον ὄντες , καὶ αὐτῶν τοὺς μὴ δεξαμένους τὰς σπονδὰς ἐκέλευον οἱ Λακεδαιμόνιοι ποιεῖσθαι . οἱ δὲ τῇ αὐτῇ προφάσει ᾗπερ καὶ τὸ πρῶτον ἀπεώσαντο οὐκ ἔφασαν δέξεσθαι , ἢν μή τινας δικαιοτέρας τούτων ποιῶνται .
5.22.2 ὡς δ’ αὐτῶν οὐκ ἐσήκουον , ἐκείνους μὲν ἀπέπεμψαν , αὐτοὶ δὲ πρὸς τοὺς Ἀθηναίους ξυμμαχίαν ἐποιοῦντο , νομίζοντες ἥκιστα ἂν σφίσι τούς τε Ἀργείους , ἐπειδὴ οὐκ ἤθελον Ἀμπελίδου καὶ Λίχου ἐλθόντων ἐπισπένδεσθαι νομίσαντες αὐτοὺς ἄνευ Ἀθηναίων οὐ δεινοὺς εἶναι , καὶ τὴν ἄλλην Πελοπόννησον μάλιστ’ ἂν ἡσυχάζειν · πρὸς γὰρ ἂν τοὺς Ἀθηναίους , εἰ ἐξῆν , χωρεῖν .
5.22.3 παρόντων οὖν πρέσβεων ἀπὸ τῶν Ἀθηναίων καὶ γενομένων λόγων ξυνέβησαν , καὶ ἐγένοντο ὅρκοι καὶ ξυμμαχία ἥδε .