5.20.1 αὗται αἱ σπονδαὶ ἐγένοντο τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι , ἐκ Διονυσίων εὐθὺς τῶν ἀστικῶν , αὐτόδεκα ἐτῶν διελθόντων καὶ ἡμερῶν ὀλίγων παρενεγκουσῶν ὡς τὸ πρῶτον ἐσβολὴ ἐς τὴν Ἀττικὴν καὶ ἀρχὴ τοῦ πολέμου τοῦδε ἐγένετο .
5.20.2 σκοπείτω δέ τις κατὰ τοὺς χρόνους καὶ μὴ τῶν ἑκασταχοῦ ἀρχόντων ἀπὸ τιμῆς τινὸς ἐς τὰ προγεγενημένα σημαινόντων τὴν ἀπαρίθμησιν τῶν ὀνομάτων πιστεύσας μᾶλλον . οὐ γὰρ ἀκριβές ἐστιν , οἷς καὶ ἀρχομένοις καὶ μεσοῦσι καὶ ὅπως ἔτυχέ τῳ ἐπεγένετό τι .
5.20.3 κατὰ θέρη δὲ καὶ χειμῶνας ἀριθμῶν , ὥσπερ γέγραπται , εὑρήσει , ἐξ ἡμισείας ἑκατέρου τοῦ ἐνιαυτοῦ τὴν δύναμιν ἔχοντος , δέκα μὲν θέρη , ἴσους δὲ χειμῶνας τῷ πρώτῳ πολέμῳ τῷδε γεγενημένους .
5.21.1 Λακεδαιμόνιοι δέ ( ἔλαχον γὰρ πρότεροι ἀποδιδόναι εἶχον ) τούς τε ἄνδρας εὐθὺς τοὺς παρὰ σφίσιν αἰχμαλώτους ἀφίεσαν καὶ πέμψαντες ἐς τὰ ἐπὶ Θρᾴκης πρέσβεις Ἰσχαγόραν καὶ Μηνᾶν καὶ Φιλοχαρίδαν ἐκέλευον τὸν Κλεαρίδαν τὴν Ἀμφίπολιν παραδιδόναι τοῖς Ἀθηναίοις καὶ τοὺς ἄλλους τὰς σπονδάς , ὡς εἴρητο ἑκάστοις , δέχεσθαι .
5.21.2 οἱ δ’ οὐκ ἤθελον , νομίζοντες οὐκ ἐπιτηδείας εἶναι · οὐδὲ Κλεαρίδας παρέδωκε τὴν πόλιν , χαριζόμενος τοῖς Χαλκιδεῦσι , λέγων ὡς οὐ δυνατὸς εἴη βίᾳ ἐκείνων παραδιδόναι .