5.23.1 " κατὰ τάδε ξύμμαχοι ἔσονται Λακεδαιμόνιοι 〈καὶ Ἀθηναῖοι〉 πεντήκοντα ἔτη . ἢν [ δέ ] τινες ἴωσιν ἐς τὴν γῆν πολέμιοι τὴν Λακεδαιμονίων καὶ κακῶς ποιῶσι Λακεδαιμονίους , ὠφελεῖν Ἀθηναίους Λακεδαιμονίους τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν · ἢν δὲ δῃώσαντες οἴχωνται , πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἀμφοτέρων , καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε . ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως .
5.23.2 καὶ ἤν τινες ἐς τὴν Ἀθηναίων γῆν ἴωσι πολέμιοι καὶ κακῶς ποιῶσιν Ἀθηναίους , ὠφελεῖν Λακεδαιμονίους 〈Ἀθηναίους τρόπῳ ὅτῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν · ἢν δὲ δῃώσαντες οἴχωνται , πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπ’ ἀμφοτέρων , καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε .
5.23.3 ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως . ἢν δὲ δουλεία ἐπανιστῆται , ἐπικουρεῖν Ἀθηναίους Λακεδαιμονίοις παντὶ σθένει κατὰ τὸ δυνατόν .
5.23.4 ὀμοῦνται δὲ ταῦτα οἵπερ καὶ τὰς ἄλλας σπονδὰς ὤμνυον ἑκατέρων . ἀνανεοῦσθαι δὲ 〈τὸν ὅρκον〉 κατ’ ἐνιαυτὸν Λακεδαιμονίους μὲν ἰόντας ἐς Ἀθήνας πρὸς τὰ Διονύσια , Ἀθηναίους δὲ ἰόντας ἐς Λακεδαίμονα πρὸς τὰ Ὑακίνθια .
5.23.5 στήλην δὲ ἑκατέρους στῆσαι , τὴν μὲν ἐν Λακεδαίμονι παρ’ Ἀπόλλωνι ἐν Ἀμυκλαίῳ , τὴν δὲ ἐν Ἀθήναις ἐν πόλει παρ’ Ἀθηνᾷ .
5.23.6 ἢν δέ τι δοκῇ Λακεδαιμονίοις καὶ Ἀθηναίοις προσθεῖναι καὶ ἀφελεῖν περὶ τῆς ξυμμαχίας , ὅτι ἂν δοκῇ , εὔορκον ἀμφοτέροις εἶναι .