5.10.1 μὲν Βρασίδας τοσαῦτα εἰπὼν τήν τε ἔξοδον παρεσκευάζετο αὐτὸς καὶ τοὺς ἄλλους μετὰ τοῦ Κλεαρίδα καθίστη ἐπὶ τὰς Θρᾳκίας καλουμένας τῶν πυλῶν , ὅπως ὥσπερ εἴρητο ἐπεξίοιεν .
5.10.2 τῷ δὲ Κλέωνι , φανεροῦ γενομένου αὐτοῦ ἀπὸ τοῦ Κερδυλίου καταβάντος καὶ ἐν τῇ πόλει ἐπιφανεῖ οὔσῃ ἔξωθεν περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου καὶ ταῦτα πράσσοντος , ἀγγέλλεται ( προυκεχωρήκει γὰρ τότε κατὰ τὴν θέαν ) ὅτι τε στρατιὰ ἅπασα φανερὰ τῶν πολεμίων ἐν τῇ πόλει καὶ ὑπὸ τὰς πύλας ἵππων τε πόδες πολλοὶ καὶ ἀνθρώπων ὡς ἐξιόντων ὑποφαίνονται .
5.10.3 δὲ ἀκούσας ἐπῆλθεν · καὶ ὡς εἶδεν , οὐ βουλόμενος μάχῃ διαγωνίσασθαι πρίν οἱ καὶ τοὺς βοηθοὺς ἥκειν καὶ οἰόμενος φθήσεσθαι ἀπελθών , σημαίνειν τε ἅμα ἐκέλευεν ἀναχώρησιν καὶ παρήγγειλε τοῖς ἀπιοῦσιν ἐπὶ τὸ εὐώνυμον κέρας , ὥσπερ μόνον οἷόν τ’ ἦν , ὑπάγειν ἐπὶ τῆς Ἠιόνος .
5.10.4 ὡς δ’ αὐτῷ ἐδόκει σχολὴ γίγνεσθαι , αὐτὸς ἐπιστρέψας τὸ δεξιὸν καὶ τὰ γυμνὰ πρὸς τοὺς πολεμίους δοὺς ἀπῆγε τὴν στρατιάν .
5.10.5 κἀν τούτῳ Βρασίδας ὡς ὁρᾷ τὸν καιρὸν καὶ τὸ στράτευμα τῶν Ἀθηναίων κινούμενον , λέγει τοῖς μεθ’ ἑαυτοῦ καὶ τοῖς ἄλλοις ὅτι " οἱ ἄνδρες ἡμᾶς οὐ μενοῦσιν . δῆλοι δὲ τῶν τε δοράτων τῇ κινήσει καὶ τῶν κεφαλῶν · οἷς γὰρ ἂν τοῦτο γίγνηται , οὐκ εἰώθασι μένειν τοὺς ἐπιόντας . ἀλλὰ τάς τε πύλας τις ἀνοιγέτω ἐμοὶ ἃς εἴρηται , καὶ ἐπεξίωμεν ὡς τάχιστα θαρσοῦντες . "