5.10.6 καὶ μὲν κατὰ τὰς ἐπὶ τὸ σταύρωμα πύλας καὶ τὰς πρώτας τοῦ μακροῦ τείχους τότε ὄντος ἐξελθὼν ἔθει δρόμῳ τὴν ὁδὸν ταύτην εὐθεῖαν , ᾗπερ νῦν κατὰ τὸ καρτερώτατον τοῦ χωρίου ἰόντι τροπαῖον ἕστηκε , καὶ προσβαλὼν τοῖς Ἀθηναίοις πεφοβημένοις τε ἅμα τῇ σφετέρᾳ ἀταξίᾳ καὶ τὴν τόλμαν αὐτοῦ ἐκπεπληγμένοις κατὰ μέσον τὸ στράτευμα τρέπει .
5.10.7 καὶ Κλεαρίδας , ὥσπερ εἴρητο , ἅμα κατὰ τὰς Θρᾳκίας πύλας ἐπεξελθὼν τῷ στρατῷ ἐπεφέρετο . ξυνέβη τε τῷ ἀδοκήτῳ καὶ ἐξαπίνης ἀμφοτέρωθεν τοὺς Ἀθηναίους θορυβηθῆναι ,
5.10.8 καὶ τὸ μὲν εὐώνυμον κέρας αὐτῶν τὸ πρὸς τὴν Ἠιόνα , ὅπερ δὴ καὶ προυκεχωρήκει , εὐθὺς ἀπορραγὲν ἔφευγεν · καὶ Βρασίδας ὑποχωροῦντος ἤδη αὐτοῦ ἐπιπαριὼν τῷ δεξιῷ τιτρώσκεται , καὶ πεσόντα αὐτὸν οἱ μὲν Ἀθηναῖοι οὐκ αἰσθάνονται , οἱ δὲ πλησίον ἄραντες ἀπήνεγκαν .
5.10.9 τὸ δὲ δεξιὸν τῶν Ἀθηναίων ἔμενέ [ τε ] μᾶλλον , καὶ μὲν Κλέων , ὡς τὸ πρῶτον οὐ διενοεῖτο μένειν , εὐθὺς φεύγων καὶ καταληφθεὶς ὑπὸ Μυρκινίου πελταστοῦ ἀποθνῄσκει , οἱ δὲ αὐτοῦ ξυστραφέντες ὁπλῖται ἐπὶ τὸν λόφον τόν τε Κλεαρίδαν ἠμύνοντο καὶ δὶς τρὶς προσβαλόντα , καὶ οὐ πρότερον ἐνέδοσαν πρὶν τε Μυρκινία καὶ Χαλκιδικὴ ἵππος καὶ οἱ πελτασταὶ περιστάντες καὶ ἐσακοντίζοντες αὐτοὺς ἔτρεψαν .
5.10.10 οὕτω δὴ τὸ στράτευμα πᾶν ἤδη τῶν Ἀθηναίων φυγὸν χαλεπῶς καὶ πολλὰς ὁδοὺς τραπόμενοι κατὰ ὄρη , ὅσοι μὴ διεφθάρησαν αὐτίκα ἐν χερσὶν ὑπὸ τῆς Χαλκιδικῆς ἵππου καὶ τῶν πελταστῶν , οἱ λοιποὶ ἀπεκομίσθησαν ἐς τὴν Ἠιόνα .