5.9.6 ἕως οὖν ἔτι ἀπαράσκευοι θαρσοῦσι καὶ τοῦ ὑπαπιέναι πλέον τοῦ μένοντος , ἐξ ὧν ἐμοὶ φαίνονται , τὴν διάνοιαν ἔχουσιν , ἐν τῷ ἀνειμένῳ αὐτῶν τῆς γνώμης καὶ πρὶν ξυνταθῆναι μᾶλλον τὴν δόξαν , ἐγὼ μὲν ἔχων τοὺς μετ’ ἐμαυτοῦ καὶ φθάσας , ἢν δύνωμαι , προσπεσοῦμαι δρόμῳ κατὰ μέσον τὸ στράτευμα ·
5.9.7 σὺ δέ , Κλεαρίδα , ὕστερον , ὅταν ἐμὲ ὁρᾷς ἤδη προσκείμενον καὶ κατὰ τὸ εἰκὸς φοβοῦντα αὐτούς , τοὺς μετὰ σεαυτοῦ τούς τ’ Ἀμφιπολίτας καὶ τοὺς ἄλλους ξυμμάχους ἄγων αἰφνιδίως τὰς πύλας ἀνοίξας ἐπεκθεῖν καὶ ἐπείγεσθαι ὡς τάχιστα ξυμμεῖξαι .
5.9.8 ἐλπὶς γὰρ μάλιστα αὐτοὺς οὕτω φοβηθῆναι · τὸ γὰρ ἐπιὸν ὕστερον δεινότερον τοῖς πολεμίοις τοῦ παρόντος καὶ μαχομένου .
5.9.9 καὶ αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου , ὥσπερ σε εἰκὸς ὄντα Σπαρτιάτην , καὶ ὑμεῖς , ἄνδρες ξύμμαχοι , ἀκολουθήσατε ἀνδρείως , καὶ νομίσατε 〈τρία〉 εἶναι τοῦ καλῶς πολεμεῖν τὸ ἐθέλειν καὶ τὸ αἰσχύνεσθαι καὶ 〈τὸ〉 τοῖς ἄρχουσι πείθεσθαι , καὶ τῇδε ὑμῖν τῇ ἡμέρᾳ ἀγαθοῖς γενομένοις ἐλευθερίαν τε ὑπάρχειν καὶ Λακεδαιμονίων ξυμμάχοις κεκλῆσθαι , Ἀθηναίων τε δούλοις , ἢν τὰ ἄριστα ἄνευ ἀνδραποδισμοῦ θανατώσεως πράξητε , καὶ δουλείαν χαλεπωτέραν πρὶν εἴχετε , τοῖς δὲ λοιποῖς Ἕλλησι κωλυταῖς γενέσθαι ἐλευθερώσεως .
5.9.10 ἀλλὰ μήτε ὑμεῖς μαλακισθῆτε , ὁρῶντες περὶ ὅσων ἀγών ἐστιν , ἐγώ τε δείξω οὐ παραινέσαι οἷός τε ὢν μᾶλλον τοῖς πέλας καὶ αὐτὸς ἔργῳ ἐπεξελθεῖν . "