5.8.4 ἀπολεξάμενος οὖν αὐτὸς πεντήκοντα καὶ ἑκατὸν ὁπλίτας καὶ τοὺς ἄλλους Κλεαρίδᾳ προστάξας ἐβουλεύετο ἐπιχειρεῖν αἰφνιδίως πρὶν ἀπελθεῖν τοὺς Ἀθηναίους , οὐκ ἂν νομίζων αὐτοὺς ὁμοίως ἀπολαβεῖν αὖθις μεμονωμένους , εἰ τύχοι ἐλθοῦσα αὐτοῖς βοήθεια . ξυγκαλέσας δὲ τοὺς πάντας στρατιώτας καὶ βουλόμενος παραθαρσῦναί τε καὶ τὴν ἐπίνοιαν φράσαι , ἔλεγε τοιάδε .
5.9.1 " ἄνδρες Πελοποννήσιοι , ἀπὸ μὲν οἵας χώρας ἥκομεν , ὅτι αἰεὶ διὰ τὸ εὔψυχον ἐλευθέρας , καὶ ὅτι Δωριῆς μέλλετε Ἴωσι μάχεσθαι , ὧν εἰώθατε κρείσσους εἶναι , ἀρκείτω βραχέως δεδηλωμένον ·
5.9.2 τὴν δὲ ἐπιχείρησιν τρόπῳ διανοοῦμαι ποιεῖσθαι , διδάξω , ἵνα μή τῳ τὸ κατ’ ὀλίγον καὶ μὴ ἅπαντας κινδυνεύειν ἐνδεὲς φαινόμενον ἀτολμίαν παράσχῃ .
5.9.3 τοὺς γὰρ ἐναντίους εἰκάζω καταφρονήσει τε ἡμῶν καὶ οὐκ ἂν ἐλπίσαντας ὡς ἂν ἐπεξέλθοι τις αὐτοῖς ἐς μάχην ἀναβῆναί τε πρὸς τὸ χωρίον καὶ νῦν ἀτάκτως κατὰ θέαν τετραμμένους ὀλιγωρεῖν .
5.9.4 ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας τῶν ἐναντίων κάλλιστα ἰδὼν καὶ ἅμα πρὸς τὴν ἑαυτοῦ δύναμιν τὴν ἐπιχείρησιν ποιεῖται μὴ ἀπὸ τοῦ προφανοῦς μᾶλλον καὶ ἀντιπαραταχθέντος ἐκ τοῦ πρὸς τὸ παρὸν ξυμφέροντος , πλεῖστ’ ἂν ὀρθοῖτο ·
5.9.5 καὶ τὰ κλέμματα ταῦτα καλλίστην δόξαν ἔχει τὸν πολέμιον μάλιστ’ ἄν τις ἀπατήσας τοὺς φίλους μέγιστ’ ἂν ὠφελήσειεν .