5.7.3 καὶ ἐχρήσατο τῷ τρόπῳ ᾧπερ καὶ ἐς τὴν Πύλον εὐτυχήσας ἐπίστευσέ τι φρονεῖν · ἐς μάχην μὲν γὰρ οὐδὲ ἤλπισέν οἱ ἐπεξιέναι οὐδένα , κατὰ θέαν δὲ μᾶλλον ἔφη ἀναβαίνειν τοῦ χωρίου , καὶ τὴν μείζω παρασκευὴν περιέμενεν , οὐχ ὡς τῷ ἀσφαλεῖ , ἢν ἀναγκάζηται , περισχήσων , ἀλλ’ ὡς κύκλῳ περιστὰς βίᾳ αἱρήσων τὴν πόλιν .
5.7.4 ἐλθών τε καὶ καθίσας ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς Ἀμφιπόλεως τὸν στρατὸν αὐτὸς ἐθεᾶτο τὸ λιμνῶδες τοῦ Στρυμόνος καὶ τὴν θέσιν τῆς πόλεως ἐπὶ τῇ Θρᾴκῃ ὡς ἔχοι .
5.7.5 ἀπιέναι τε ἐνόμιζεν , ὁπόταν βούληται , ἀμαχεί · καὶ γὰρ οὐδὲ ἐφαίνετο οὔτ’ ἐπὶ τοῦ τείχους οὐδεὶς οὔτε κατὰ πύλας ἐξῄει , κεκλῃμέναι τε ἦσαν πᾶσαι . ὥστε καὶ μηχανὰς ὅτι οὐκ ἀνῆλθεν ἔχων , ἁμαρτεῖν ἐδόκει · ἑλεῖν γὰρ ἂν τὴν πόλιν διὰ τὸ ἐρῆμον .
5.8.1 δὲ Βρασίδας εὐθὺς ὡς εἶδε κινουμένους τοὺς Ἀθηναίους , καταβὰς καὶ αὐτὸς ἀπὸ τοῦ Κερδυλίου ἐσέρχεται ἐς τὴν Ἀμφίπολιν .
5.8.2 καὶ ἐπέξοδον μὲν καὶ ἀντίταξιν οὐκ ἐποιήσατο πρὸς τοὺς Ἀθηναίους , δεδιὼς τὴν αὑτοῦ παρασκευὴν καὶ νομίζων ὑποδεεστέρους εἶναι , οὐ τῷ πλήθει ( ἀντίπαλα γάρ πως ἦν ) , ἀλλὰ τῷ ἀξιώματι ( τῶν γὰρ Ἀθηναίων ὅπερ ἐστράτευε καθαρὸν ἐξῆλθε καὶ Λημνίων καὶ Ἰμβρίων τὸ κράτιστον ) , τέχνῃ δὲ παρεσκευάζετο ἐπιθησόμενος .
5.8.3 εἰ γὰρ δείξειε τοῖς ἐναντίοις τό τε πλῆθος καὶ τὴν ὅπλισιν ἀναγκαίαν οὖσαν τῶν μεθ’ ἑαυτοῦ , οὐκ ἂν ἡγεῖτο μᾶλλον περιγενέσθαι ἄνευ προόψεώς τε αὐτῶν καὶ μὴ ἀπὸ τοῦ ὄντος καταφρονήσεως .