5.6.3 Βρασίδας δὲ πυνθανόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ · ἔστι δὲ τὸ χωρίον τοῦτο Ἀργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποταμοῦ , οὐ πολὺ ἀπέχον τῆς Ἀμφιπόλεως , καὶ κατεφαίνετο πάντα αὐτόθεν , ὥστε οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος Κλέων τῷ στρατῷ · ὅπερ προσεδέχετο ποιήσειν αὐτόν , ἐπὶ τὴν Ἀμφίπολιν , ὑπεριδόντα σφῶν τὸ πλῆθος , τῇ παρούσῃ στρατιᾷ ἀναβήσεσθαι .
5.6.4 ἅμα δὲ καὶ παρεσκευάζετο Θρᾷκάς τε μισθωτοὺς πεντακοσίους καὶ χιλίους , καὶ τοὺς Ἠδῶνας πάντας παρακαλῶν , πελταστὰς καὶ ἱππέας · καὶ Μυρκινίων καὶ Χαλκιδέων χιλίους πελταστὰς εἶχε πρὸς τοῖς ἐν Ἀμφιπόλει .
5.6.5 τὸ δ’ ὁπλιτικὸν ξύμπαν ἡθροίσθη δισχίλιοι μάλιστα καὶ ἱππῆς Ἕλληνες τριακόσιοι . τούτων Βρασίδας μὲν ἔχων ἐπὶ Κερδυλίῳ ἐκάθητο ἐς πεντακοσίους καὶ χιλίους , οἱ δ’ ἄλλοι ἐν Ἀμφιπόλει μετὰ Κλεαρίδου ἐτετάχατο .
5.7.1 δὲ Κλέων τέως μὲν ἡσύχαζεν , ἔπειτα ἠναγκάσθη ποιῆσαι ὅπερ Βρασίδας προσεδέχετο .
5.7.2 τῶν γὰρ στρατιωτῶν ἀχθομένων μὲν τῇ ἕδρᾳ , ἀναλογιζομένων δὲ τὴν ἐκείνου ἡγεμονίαν πρὸς οἵαν ἐμπειρίαν καὶ τόλμαν μετὰ οἵας ἀνεπιστημοσύνης καὶ μαλακίας γενήσοιτο καὶ οἴκοθεν ὡς ἄκοντες αὐτῷ ξυνῆλθον , αἰσθόμενος τὸν θροῦν καὶ οὐ βουλόμενος αὐτοὺς διὰ τὸ ἐν τῷ αὐτῷ καθημένους βαρύνεσθαι , ἀναλαβὼν ἦγεν .